Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
  2. ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
  3. [*](Column 15)
  4. πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.
  5. κείνων ἀπʼ εὐδόξων ἀγώνων
  6. ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν
  7. οἳ τριέτει στεφάνῳ
  8. ξανθὰν ἐρέψωνται κόμαν.
  9. Αὐτομήδει νῦν γε νικά-
  10. σαντί νιν δαίμων ἔδωκεν.
  11. πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς
  12. ἄστρων διακρίνει φάη
  13. νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα·
  14. τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον
  15. φαῖνε θαυμαστὸν δέμας,
  16. δισκὸν τροχοειδέα ῥίπτων,
  17. καὶ μελαμφύλλου κλάδον
  18. ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
  19. αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
  20. ἢ τελευταίας ἀμάρυγμα πάλας·
  21. τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι