Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ-
  2. σας Ἱέρωνι φέρων
  3. εὐδ]αιμονίας πέταλον.
  4. χρὴ δʼ ἀλαθείας χάριν
  5. [*](Column 12)
  6. αἰνεῖν, φθόνον ἀμφοτέραισιν
  7. χερσὶν ἀπωσάμενον,
  8. εἴ τις εὖ πράσσοι βροτῶν.
  9. Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
  10. Ἡσίοδος πρόπολος
  11. Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
  12. καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
  13. πείθομαι εὐμαρέως
  14. εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
  15. πέμπειν Ἱέρωνι· τόθεν γὰρ
  16. πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
  17. τοὺς ὁ μεγιστοπάτωρ
  18. Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.
  1. Λάχων Διὸς μεγίστου
  2. λάχε φέρτατον πόδεσσι
  3. κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,