Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. δʼ αἰθέρα ξουθαῖσι τάμνων
  2. ὑψοῦ πτερύγεσσι ταχεί-
  3. αις αἰετὸς εὐρυάνακτος ἄγγελος
  4. Ζηνὸς ἐρισφαράγου
  5. θαρσεῖ κρατερᾷ πίσυνος
  6. ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι-
  7. χες λιγύφθογγοι φόβῳ·
  8. οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας,
  9. οὐδʼ ἁλὸς ἀκαμάτας
  10. [*](Column 7)
  11. δυσπαίπαλα κύματα· νωμᾶ-
  12. ται δʼ ἐν ἀτρύτῳ χάει
  13. λεπτότριχα σὺν ζεφύρου πνοι-
  14. αῖσιν ἔθειραν ἀρίγνω-
  15. τος μετʼ ἀνθρώποις ἰδεῖν·
  16. τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος
  17. ὑμετέραν ἀρετὰν
  18. ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας
  19. χαλκεοστέρνου τʼ Ἄρηος,