Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. νει βαρύτλατος μολοῦσα·
  2. κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-
  3. χει κ]ατορθωθεῖσα· τιμὰν
  4. δʼ ἄλ]λος ἀλλοίαν ἔχει·
  5. μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ
  6. πασᾶ]ν πρόκειται,
  7. ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
  8. ται δι]καίαισι φρένεσσιν.
  9. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
  10. ζει μ]άχαις φόρμιγγος ὀμφὰ
  11. καὶ λι]γυκλαγγεῖς χοροί,
  12. οὔτʼ ἐ]ν θαλίαις καναχὰ
  13. χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
  14. καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
  15. λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.