Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ-
  2. νει βαρύτλατος μολοῦσα·
  3. κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ-
  4. χει κ]ατορθωθεῖσα· τιμὰν
  5. δʼ ἄλ]λος ἀλλοίαν ἔχει·
  6. μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ
  7. πασᾶ]ν πρόκειται,
  8. ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
  9. ται δι]καίαισι φρένεσσιν.
  10. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
  11. ζει μ]άχαις φόρμιγγος ὀμφὰ
  12. καὶ λι]γυκλαγγεῖς χοροί,
  13. οὔτʼ ἐ]ν θαλίαις καναχὰ
  14. χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
  15. καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
  16. λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
  17. Κλεοπτολέμῳ δὲ χάριν
  18. νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
  19. ου τέμενος κελαδῆσαι,
  20. Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,