Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. καὶ λι]γυκλαγγεῖς χοροί,
  2. οὔτʼ ἐ]ν θαλίαις καναχὰ
  3. χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
  4. καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
  5. λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
  6. Κλεοπτολέμῳ δὲ χάριν
  7. νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
  8. ου τέμενος κελαδῆσαι,
  9. Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,
  10. ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου