Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό-
  2. ζει μ]άχαις φόρμιγγος ὀμφὰ
  3. καὶ λι]γυκλαγγεῖς χοροί,
  4. οὔτʼ ἐ]ν θαλίαις καναχὰ
  5. χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ
  6. καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
  7. λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
  8. Κλεοπτολέμῳ δὲ χάριν
  9. νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
  10. ου τέμενος κελαδῆσαι,
  11. Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν,