Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. παμμαχιᾶν ἀναφαίνων.
  2. ὦ ποταμοῦ θύγατερ
  3. δινᾶντος Αἴγινʼ ἠπιόφρον,
  4. [*](Column 25)
  5. ἦ τοι μεγάλαν [Κρονίδας
  6. ἔδωκε τιμὰν
  7. ἐν πάντεσσιν [ἀγῶσιν,,
  8. πυρσὸν ὣς Ἕλλ[ασι ¯×
  9. φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ
  10. καί τις ὑψαυχὴς κό[ρα,
  11. ¯¯˘˘¯˘˘ ραν
  12. πόδεσσι ταρφ έω [ς,
  13. ἠΰτε νεβρὸς ἀπενθής,
  14. ἀνθεμόεντας ἐπʼ [ὄχθους
  15. κοῦφα σὺν ἀγχιδό[μοις
  16. θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις·
  17. ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων
  18. ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω-
  19. ρίαν ἄθυρσιν
  20. παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ
  21. δέσποινα παγξε[ίνου χθονός,