Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- τᾷ καὶ ἐγὼ πίσυνο[ς
- φοινικοκραδέμνοισ[ι Μούσαις
- ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν
- φαίνω, ξενίαν τε [φιλά-
- γλαον γεραίρω,
- τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ
- βληχρὰν ἐπαθρήσαις τ[ίει,
- τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ
- πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν,
- τερψιεπεῖς νιν ἀοιδαὶ
- παντὶ καρύξοντι λαῷ.