Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν.
  2. μέλλον ἄρα πρότερον δι-
  3. νᾶντα φοινίξειν Σκάμανδρον,
  4. θνᾴσκοντες ὑπʼ Αἰακίδαις
  5. ἐρειψ[ιτ]ο̣ί ̣[χοις·
  6. τῶν εἰ καὶ τ[˘˘¯¯
  7. ἢ βαθυξύλω[ι˘¯¯
  8. [*](5 lines lost.)
  9. οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς
  10. πασιφανὴς Ἀρετὰ
  11. κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν,
  12. ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ
  13. βρύουσα δόξᾳ
  14. στρωφᾶται κατὰ γᾶν [τε
  15. καὶ πολυπλάγκταν θ[άλασσαν.
  16. καὶ μὰν φερεκυδέα ν[ᾶσον
  17. Αἰακοῦ τιμᾷ, σὺν Εὐ-
  18. κλείᾳ δὲ φιλοστεφ[άνῳ
  19. [*](Column 28)
  20. πόλιν κυβερνᾷ,