Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- χειμῶνος αἴγλαν·
- πασσυδίᾳ δὲ λιπόντες
- τείχεα Λαομέδοντος
- ἐς πεδίον κρατερὰν
- ἄϊξαν ὑσμίναν φέροντες·
- ὦρσάν τε φόβον Δαναοῖς·
- ὤτρυνε δʼ Ἄρης
- εὐεγχής, Λυκίων τε
- Λοξίας ἄναξ Ἀπόλλων·
- ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας· [*](Column 27)
- ναυσὶ δʼ εὐπύμνοις παραὶ