Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. τετρ[αέλικτο]ν ἐπεὶ
  2. κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
  3. δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
  4. λων [ἀεθλάρχ]ων προφᾶται·
  5. δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
  6. βωμό[ν· ἁ κλει]νά τε Θήβα
  7. δέκτ[ό νιν ε]ὐρύχορόν
  8. τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
  9. οἵ τε Π[ελλάν]αν νέμονται,
  10. ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
  11. νᾶσο[ν Αἴγιν]αν. ματεύει
  12. δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,
  13. ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας
  14. τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται·
  15. ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς
  16. ἐλπίδι χρυ εῳ τέθαλεν·