Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. κῦδος εὐρείαις Ἀθάναις
  2. θῆκας Οἰνείδαις τε δόξαν.
  3. ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις
  4. [*](Column 18)
  5. εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν·
  6. δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου,
  7. θερμ[ὰν ἔτι] πνέων ἄελλαν,
  8. ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ
  9. φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον,
  10. τετρ[αέλικτο]ν ἐπεὶ
  11. κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν
  12. δίς ν[ιν ἀγκ]άρυξαν εὐβού-
  13. λων [ἀεθλάρχ]ων προφᾶται·
  14. δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν
  15. βωμό[ν· ἁ κλει]νά τε Θήβα
  16. δέκτ[ό νιν ε]ὐρύχορόν
  17. τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν·
  18. οἵ τε Π[ελλάν]αν νέμονται,
  19. ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν
  20. νᾶσο[ν Αἴγιν]αν. ματεύει
  21. δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον,