Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- μάν· ἀρετὰ δʼ ἐπίμοχθος
- μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς
- ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί-
- πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.
- ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα
- ἐς Κέον ἱεράν, χαριτώ-
- νυμον φέρουσʼ ἀγγελίαν,
- ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ-
- γεῖος ἄρατο νίκαν·
- καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ
- αὐχένι ϝισθμοῦ ζαθέαν
- λιπόντες Εὐξαντίδα νᾶ-
- σον ἐπεδείξαμεν ἑβδομή-
- κοντα σὺν στεφάνοισιν.
- καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς
- γλυκεῖαν αὐλῶν καναχάν,
- γεραίρουσʼ ἐπινικίοις
- Πανθείδα φίλον υἱόν.
- ἀριστοκάρπου Σικελίας κρέουσαν
- Δάματρα ϝιοστέφανόν τε κούραν