Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἔπλε[το καρτε]ρόχειρ
  2. Ἀργεῖος [˘ ¯ ˘] λέοντος
  3. θυμὸ[ν ἔχων], ὁπότε
  4. χρεῖ[ός τι συμ]βολοῖ μάχας,
  5. ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων
  6. τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν,
  7. τόσα Παν[θείδᾳ κλυτό]το-
  8. ξος Ἀπό[λλων ὤπασε]ν,
  9. ἀμφί τʼ ἰατορίᾳ
  10. ξείνων τε φιλάνορι τιμᾷ·
  11. εὖ δὲ λαχὼν Χαρίτων
  12. πολλοῖς τε θαυμασθεὶς βροτᾶν
  13. αἰῶνʼ ἔλυσεν, πέντε παῖ-
  14. δας μεγαινήτους λιπών.
  15. τῶν ἕνα ϝοι Κρονίδας
  16. ὑψίζυγος Ἰσθμιόνικον
  17. θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ-
  18. λων στεφάνων ἐπίμοιρον.
  19. φαμὶ καὶ φάσω μέγιστον
  20. κῦδος ἔχειν ἀρετάν, πλοῦ-