Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ Κορινθία χώρα οὐκ εὔγεώς ἐστιν, ἀλλὰ σκολιά τε καὶ τραχεῖα ἀφʼ οὗ πάντες ὀφρυόεντα Κόρινθον καλοῦσι καὶ παροιμιάζονται « Κόρινθος ὀφρυᾷ τε καὶ κοιλαίνεται. »

Ὅτι ἡ Κρομμυωνία ὗς μήτηρ ἦν τοῦ Ἐρυμανθίου κάπρου.

Ὅτι ἐν Αἰγαῖς τῆς Πελοποννήσου γέγονεν ἡ τὸν Δία θηλάσασα αἶξ, ἣν καὶ Ἄρατος λέγει Ὠλενίαν καλεῖσθαι· πλησίον γὰρ ἡ Ὤλενος τῶν Αἰγῶν.

Ὅτι ἡ Κασταλία κρήνη ἐστὶν ἐν Δελφοῖς μαντικὸν ἔχουσα ὕδωρ.

Ὅτι ἐπιφανῆ ὄρη Πελοποννήσου ταῦτα· Κυλλήνη, Φολόη, Λύκαιον, Μαίναλος, Παρθένιον, καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος. »

Ὅτι ὁ Ἐρασῖνος ποταμὸς ἐκδίδωσιν ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν· πρότερον δʼ οὐκ ἐφαίνετο διὰ τὸ τετυφλῶσθαι τοὺς ἐκ τῆς λίμνης εἰς αὐτὸν πόρους καὶ ἡ τῶν Στυμφαλίων πόλις ἐπὶ τῆς λίμνηι ἦν, ἐπεὶ δὶ οἱ πόροι ὑπὸ σεισμῶν ἀνεστομώθησαν, ἀπέχει νῦν ἡ πόλις τῆς λίμνης στάδια ὑπὲρ τὰ ν΄.

Ὅτι τῶν ἑν Πελοποννήσῳ οἰκήσεων οἰκισταὶ γεγόνασι μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, Κορίνθου μὲν Ἀλήτης, Σικυῶνος δὲ Φάλκης, Ἀχαιίδος δὲ Τισαμενὸς, Ἤλιδος δὲ Ὄξυλος, Μεσσήνης δὲ Κρεσφόντης, Λακεδαίμονος δὲ Εὐρυσθένης καὶ Προκλῆς, Ἄργους δὲ Τήμενος καὶ Κισσὸς, τῶν δὲ περὶ τὴν Ἀκτὴν Ἀγαῖος καὶ Δηιφόντης.

Ὅτι περὶ τὰς ἐν Μεγαρίδι Σκιρωνίδας πετρος τὰ ἱστορούμενα γεγονέναι φασὶν, οἶον τὰ περὶ Πιτυοκάμπτην καὶ τὰ κατὰ Σκίρωνα τοὺς τυράννους, οὓς ἀνεῖλε Θησεύς.

Ὅτι ἀπὸ Μεγάρων ιη΄ σταδίους ἀπέχει ὁ κατὰ Νίσαιαν λιμὴν, τὸ ἐπίνειον.

ὅτι Ὅμηρος, ὅταν φῇ· « ἔνθα δὲ Βοιωτοὶ καὶ

586
Ἰάονες ἑλκοχίτωνες, » τοὺς Ἀθηναίους λέγει Ἰάονας, ὧν μέρος ἐστὶ καὶ ἡ Μ γαρὶς, ὡς καὶ τὸ ὁπὸ τοῦ Θησέως ἐν Κρομμυῶνι τοῦ ἰσθμοῦ μεθόριον δηλοῖ, τοιαύτην ἐπιγραφὴν ἔχον ἐπὶ μὲν τὰ νότια· « τάδʼ ἐστὶ Πελοπόννησος, οὐκ Ἰωνία· » ὀπὶ δὲ τὰ βόρεκια· « τάδʼ οὐχὶ Πελοπόννησος, ἀλλʼ Ἰωνία. » Ἀλλὰ καὶ τῶν Πανδιονίδων δ΄ ὄντων, Αἰγέως, Πάλλαντος, Λύκου, Νίσου, καὶ διὰ τοῦτο τῆς Ἀττικῆς εἰς δ΄ μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα ἔλαχε καὶ τὴν Νίσσιαν ἔκτισεν.

Ὅτι πρὸ τοῦ Σουνίου τῆς Ἀττικῆς νῆσός ἐστι τραχεῖα καὶ ἔρημος, Ἑλένη ὄνομκ, καί φασι περὶ αὐτῆς λέγειν τὸν Ὅμηρον· « νήσῳ δʼ ἐν Κραναῇ ἐμίγην φιότητι καὶ εὐνῇ.

Ὅτι τῆς Ἀττικῆς ὄρη εἴσὶν δνομαστὰ ε΄, Ὑμηττὸς 5, Πάρνης, Κορυδαλλὸς, Βριλησσὸς, Λυκαβηττός.

Ὅτι ἡ Βοιωτία τριθάλασσός ἐστι· κλύζεται γὰρ τῇ τε Κρισαίᾳ ἐκ νότου καὶ τῇ Μυρτῴᾳ ἀπὸ Γεραιστοῦ μέχρι Εὐρίπου καὶ τῇ Μαλιακῇ ἀπὸ Εὐρίπου μέχρι ποταμοῦ Σπερχειοῦ.

Ὅτι παροιμία ἐστὶ, Θρᾳία παρεύρεσις οἱ γὰρ Θρᾷκες, ἔνσπονδοι Πελασγοῖς γεγονότες ἐπὶ ῥητάς τινας ἡμέρας, νύκτωρ ἐπέθεντο ἀποκρουσθέντες δʼ ὑπὸ Πελασγῶν καὶ τῇ ἑξῆς ἐγκαλούμενοι ἔφασαν· Ἀλλʼ οὐχὶ ταῖς νυξὶν ἄγειν εἰρήνην ὠμόσαμεν.

Ὅτι, πολέμου ὄντος Βοιωτοῖς καὶ Πελασγοῖς, ἦλθον θεωροὶ ἐξ ἀμφοῖν εἰς Δωδώνην· ἀνελούσης δὲ τῆς προφήτιδος, ὅτι τὸν μὲν τῶν Πελασγῶν οὐχ εὗρε τὸν χρησμὸν, τὸν δὲ Βοιωτῶν εἰπούσης, ὅτι δεῖ αὐτοὺς ἀσεβήσαντας πράξειν, ὑποτοπήσαντες οἱ Βοιωτοὶ κατὰ τὸ τῶν Πελασγῶν συγγενὲς κακουργῆσαι τὴν πρόμαντιν, ἁρπάσαντες διεχρήσαντο τὴν ἄνθρωπον καὶ εἰς πῦρ ἔβαλον, δικαιοῦντες, ὅτι, εἰ μὲν παρέχρησεν, ἔχει τὴν δίκην, εἰ δὲ ἀληθῶς ἐλεξιν, καὶ οὕτως ἀσεβῆσαι αὐτοὺς ἔδει. Ἀνθʼ ὧν ἐχρήσθη αὐτοῖς, κατʼ ἐνιαυτὸν κλέπτοντας ἔνα τῶν παρʼ αὐτοῖς τριπόδων ἀποκομίζειν εἰς Δωδώνην.

Ὅτι Πενθίλος ἐκ Βοιωτίας τὴτ Αἰολικήν ἀποικίαν ἤγαγεν.

Ὅτι μεθόριον Ἀττικῆς καὶ Βοιωτίας πρὸς τῇ Εὐβοῖκῆ θαλάττῃ ἐστὶν ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμήν, ὃν καλοῦσι Δελφίνιον, ἀντιπέραν Ἐρετρίας τῆς ἐν Εὐβοία, ἀπὸ σταδίων τὸ δίαρμα ξ΄. Εἶα Δήλιον, Ταναγραίων πολίχνιον, ἀπέχον σταδίους τῆς Αὐλίδος λ΄. Εἶτα λιμὴν βαθύς εἶτα Αὐλὶς, πετρῶδες χωρίον εἶτα Εὔριπος· εἶτα Σαλγανεὺς , ἐπώνυμον Σαλγανέως τινὸς Βοιωτοῦ ἀνδρὸς ἐκεῖσε ταφέντος μετὰ τὸ ἀναιρεθῆναι ὅπὸ τῶν περὶ Μεγαβάτην Περσῶν, ὡς δῆθεν κακῶς αὐτοῦ ὑφηγησαμένου τὴν ἀπὸ Μαλιακοῦ θάλασσαν λαβυρινθώδη καὶ ἄπορον· μεταγνόντες δʼ οἱ

587
Πέρσαι ὕστερον ὡς ἀδικηθέντα τὸν Σαλγανέα ἔθαψαν μεγαλοπρεπῶς.

Ὅτι τὸ Ἀμφιαράου ἱερὸν ἐν Τανάγρα ἐστὶ τῆς Βοιωτίας· ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύθη κατὰ χρησμὸν δεῦρο.

Ὅτι Ἀνθηδὼν πόλις μετὰ τὸν Σαλγανέα ἐσχάτη τῆς Βοιωτίας κεῖται, καὶ ἀπ᾿ αὐτῆς εἰς τὴν ἐν Εὐβοία Αἰγὰς πόλιν τὸ δίαρμα στάδιοι ρκ΄. Καὶ ἐγγὺς τῶν Αἰγῶν αἱ Ὀροβίαι. Ἐκ δὲ Ἀνθηδόνος ἦν Γλαῦκος, ὃν μεταβαλεῖν φασιν εἰς κῆτος θαλάσσιον.

Ὅτι ἡ Βοιωτία, σηραγγώδης οὖσα καὶ ὕπαντρος, ποιεῖ σεισμοὺς ἐν αὑτῇ ἐξαισίους, ὥς τινας τῶν πόρων ἀποτυφλοῦσθαι καί τινας διευρύνεσθαι· καὶ διὰ τοῦτο λίμναι τά τινες ὑφίστανται καὶ αὖθις λήγουσι. Διὸ καὶ Πλάταια μὲν καὶ Πλαταιεῖς παρὰ λίμνην ποτὲ ἦσαν, καὶ διὰ τῶν κωπῶν πλάτην οὕτως ὠνομάσθησαν· ἔτι δὲ Ἕλος τε καὶ Ἑλεῶν· νῦν δὲ ἠπείρωνται.