Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἐστὶ καὶ ἑτέρα ὕλη μεγάλη ἐν Γερμανία, Γαβρῆτα, ἐπίταδε τῶν Σουήβων, ἐπέκεινα δʼ ὁ Ἑρκύνιος δρυμός· ἔχεται δὲ κἀκεῖνος ὑπʼ αὐτῶν.
Ὅτι Κίμβροι καλοῦνται οἱ παρωκεανῖται Γερμανοὶ, μανοὶ, οἵτινες ἐστράτευσὰν ποτε εἰς τὴν Μαιῶτν· καὶ ἀπ᾿ αὐτῶν, ὡς ἔοικε, καὶ οἱ τὸν Βόσπορον οἰκοῦντες Κιμμέριοι ἐκλήθησαν, ὧν καὶ Ὅμηρος μέμνηται. Οἰ δὲ Ἕλληνες τὸ ὄνομα σολοικίζοντες λέγουσιν.
Ὅτι ταῖς τῶν Κίμβρων γυναιξὶ, συστρατευούσαις τοῖς ἀνδράσι, παρηκολούθουν γυναῖκες προμάντεις ἱέρειαι, πολιότριχες, λευχείμονες, καρπασίνας ἐφαπτρίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν ἔχουσαι, γυμνόποδες· τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων ξιφήρεις· καταστέψασαι δ᾿ αὐτοὺς, ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων εἴκοσιν· εἶχον δʼ ἀναβάθραν, ἢν ἀναβᾶσα --- ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα μαντείαν τινὰ ἐποιοῦντο· ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχωευον, ἀναφθεγγόμεναι νίκην τοῖς οἰκείοις. Ἐν δὲ τῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περιτεταμένας τοῖς γέρροις τῶν ἁρμαμα ξῶν, ὥστε ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.
Ὅτι οἱ παλαιοὶ Ἕλληνες τοὺς Γέτας καὶ τοὺς Μυσοὺς, οἰκοῦντας περὶ τὸν Ἴστρον, Θρᾶκας ὑπελάμβανον, καὶ ἀποίκους τῶν ἐκ Θράκης Μυσῶν τοὺς ἐν τῆ Ἀσία οἰκοῦντας μεταξὺ Φρυγῶν καὶ Λυδῶν καὶ Τρώων· καὶ αὐτοὶ δὲ οἱ Φρύγες Βρίγες εἰσὶ, Θράκιόν τι ἔθνος· καθάπερ καὶ Μυγδόνες καὶ Βέβρυκες καὶ Μαιδοβιθυνοὶ καὶ Βιθυνοὶ καὶ Θῦναι καὶ Μαριανδυνοί· ἀλλ᾿ οὗτοι μὲν τελέως τὴν Εὐρώπην ἐξέλιπον πλὴν Μυσῶν, ἄν καὶ Ὅμηρος ἐμνήσθη. Καὶ γάρ εἰσί τινες τῶν ταύτῃ Θρᾳκῶν καὶ Μυσῶν ἀπεχόμενοι κρεοφαγίας καὶ γάμου διὰ ὁσιότητα· οὓς λέγει ἀγαυοὺς Ἱππημολγοὺς, Γαλακτοφάγους Ἀβίους τε, τοῦτ᾿ ἔστιν άγάμους, ἄνευ συμβιώσεως γυναικῶν· καὶ συμβαίνει αὐτοῖς δικαιοπραγεῖν διὰ τὸ πένητας εἶναι. Εἰκὸς δὲ