Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι μεταξὺ τῆς Ποντικῆς θαλάττῆς τῆς ἀπὸ Ἴστρου ἐπὶ Τύραν καὶ ἡ τῶν Γετῶν ἐρημία πρόκειται, πεδιὰς πᾶσα καὶ ἄνυδρος· ἐν ἧ Δαρεῖος ἀποληφθεὶς ὁ Ὑστέσπεω, καθʼ ὃν καιρὸν διέβη τὸν Ἴστρον ἐπὶ τοὺς Σκύθας, ἐκινδύνευσε πανστρατιᾷ δίψη φθαρῆναι.

Ὅτι μεταξὺ τῆς Πεύκης, ἥ ἐστι νῆσος ὑπὸ τῶν τοῦ Ἴστρου στομάτων ἀπολαμβανομένη, ἕως τῶν τοῦ Τύρα ἐκβολῶν, στάδιοί εἰσιν Ϡ΄ τὸ δὲ ἀπὸ Ἱεροῦ στόματος τοῦ Ἴστρου, ὅ ἐστι νοτιώτατον, ἕως τοῦ βορειοτάτου, τοῦτʼ ἔστιν ἡ τῆς Πεύκης βάσις τριγώνου οὔσης, στάδιοί εἰσι τ΄.

Ὅτι ἡ Λευκὴ νῆσος ἀπὸ τῆς Πεύκης ἀπέχει πρὸς ἀνατολὰς στάδια πεντακόσια εἰς τὸ πέλαγος, ἱερὰ Ἀχιλλέως.

Ὅτι ὁ Βορυσθένης ποταμὸς, εἶτα πρὸς βορρᾶν καὶ ἀνατολὰς ὁ Ὕπανις ποταμὸς, ἀπὸ τοῦ Τύρα ποταμοῦ· καὶ πρὸ αὐτῶν νῆσος Βορυσθένης. Ἀναπλεύσαντι δὲ τὸν Βορυσθένη στάδια σ΄ πόλις ἐστὶν ὁμώνυμος τῷ ποταμῷ· ἡ δʼ αὐτὴ καὶ Ὀλβία καλεῖται, κτίσμα Μιλησίων, ἐμπορεῖον μέγα. Μεταξὺ δὲ τοῦ Ἴστρου ποταμοῦ καὶ τοῦ Βορυσθένους πρώτη ἐστὶν ἡ

569
τῶν Σκυθῶν ἐρημία· εἶτα Τυραγέται· εἶτα Ἰάζυγες Σαρμάται καὶ οἱ Βασιλήιοι λεγόμενοι Σκύθαι.

Ὅτι ἡ προσάρκτιος πᾶσα ἀπὸ Γερμανίας μέχρι τῆς Κασπίας θαλάσσης πεδιάς ἐστιν, ἢν ἴσμεν.

Ὅτι Ῥωξολανοὶ, περὶ τὴν Μαιῶτιν οἰκοῦντες, ἐπολέμουν πρὸς τοὺς τοῦ Εὐπάτορος Μιθριδάτου στρατηγοὺς, ἔχοντες ἡγεμόνα Τάσιον.

Ὅτι αἱ τοῦ Βορυσθένους ποταμοῦ ἐκβολαὶ ἐν τῷ μυχῷ κεῖνται τοῦ Ταμυράκου κόλπου καὶ ἡ Βορυσθένης νῆσος· ὁ δὲ Καρκινίτης ποταμὸς ἐν τῷ μυχῷ ἐκδίδωσι τοῦ ὁμωνύμου κόλπου· καὶ περιέχεται μεταξὺ τῶν δύο κόλπων τούτων ἡ Ταυροσκυθία χερρονησίζουσα, ἦς τὰ νότια μέρη εὐθεῖά ἐστιν αἰγικλὸς, ὁ Ἀχίλλειος δρόμος.

Ὅτι τὰ περὶ Μαιῶτιν χωρία διὰ τὴν ψῦξιν ὄνους οὐ τρέφει· δύσριγον γὰρ τὸ ζῷον. Οἵ τε βόες, οἱ μὲν ἄκεροι γίνονται, τῶν δὲ ἀπορρινῶσι τὰ κέρατα· καὶ γὰρ τοῦτο δύσριγον τὸ μέρος. Οἵ τε ἵπποι μικροὶ γίνονται, τὰ δὲ πρόβατα μεγάλα. Ὁ δὲ διάπλους τοῦ Βοσπόρου ἁμαξεύεται ἐκ τοῦ Παντικαπαίου εἰς Φαναγορίαν, ὥστε καὶ πηλὸν εἶναι καὶ ὁδόν· ὀρυκτοί τέ εἰσιν ἰχθύες, οἱ ἀποληφθέντες ἐν τῷ κρυστάλλῳ, θηρευτοὶ γαγγάμῃ τῷ ἐργαλείῳ, καὶ μάλιστα οἱ ἀντακαῖοι, δελφῖσι πάρισοι τὸ μέγεθος. Ἡ δὲ ἄμπελος χειμῶνος κατορύττεται. Τὰ δὲ καύματα τοῦ θέρους σφοδρὰ γίνονται, τάχα μέν τῶν σωμάτων ἀηθιζομένων, τάχα δὲ τῶν πεδίων νηνεμούντων, ἢ καὶ τοῦ πάχους τοῦ ἀέρος ἐκθερμαινομένου πλέον, καθάπερ ἐν τοῖς νέφεσιν οἱ παρήλιοι ποιοῦσιν.

Ὅτι μετὰ τὴν νῆσον τὸν Βορυσθένη ἑξῆς πρὸς ἀνατολὰς ἐν τῆ ἠπείρω ψιλὸν χωρίον, καλούμενον ἄλνῆς ἱερὸν Ἀχιλλέως· εἶτα ὁ Ἀχίλλειος δρόμος, ἁλιτενῆς χερσόνησος· ἔστι γὰρ ταινία τις ὅαον α σταδίων μῆκος ἐπὶ τὴν ἔω, πλάτος δὲ τὸ μέγιστον δυεῖν σταδίων, τὸ δὲ ἐλάχιστον πλέθρων δ΄, διέχουσα τῆς ἑκατέρωθεν τοῦ αὐχένος ἠπείρου τῆ θαλάσσῃ σταδίους ξ΄, ἀμμώδης, ὕδωρ ἔχουσα ὀρυκτόν· κατὰ μέσην δὲ ὁ ροῦ ἰσθμοῦ αὐχὴν ὅαον μ΄ σταδίων. Τελευτᾷ δὲ πρὸς ἄκραν, ἢν Ταμυράκην καλοῦσιν, ἔχουσαν ὕφορμον· μεθ᾿ ἣν ὁ Καρκινίτης κόλπος, εὐμεγέθης, ἀνέχων πρὸς τὰς ἄρκτους ὅσον ἐπὶ σταδίους β μέχρι τοῦ μυχοῦ. Τὸν δὲ κόλπον καὶ Ταμυράκην καλοῦσιν ὁμωνύμως τῆ ἄκρᾳ/ Ἐνταῦθα δ᾿ ἐστὶν ὁ ἰσθμὸς ὁ διείργων τὴν Σαπρὰν λεγομένην λίμνην ἀπὸ θαλάττης, σταδίων μ΄, καὶ ποιῶν τὴν Ταυρικήν καὶ Σκυθικὴν λεγομένην χερρόνησον. Οἱ δὲ τξ΄ τὸ πλάτος τοῦ ἰσθμοῦ φασίν. Ἡ δὲ Σαπρὰ λίμνη σταδίων μὲν εἶναι δ λέγεται, μέρος δ᾿ ἐστὶ τῆς Μαιώτιδος τὸ πρὸς δύσιν· συνεστόμωται γὰρ αὐτῇ στόματι μεγάλῳ καὶ ἐστιν ἑλώδης σφόδρα

570
καὶ ῥαπτοῖς πλοίοις μόγις πλόιμος· οἱ γὰρ ἄνεμοι τὰ τενάγη ῥᾳδίως ἀνακαλύπτουτιν, εἰτα πάλιν πληροῦσιν, ὥστε τὰ ἕλη τοῖς μείζοσι σκάφεσιν οὐ περάσιμά ἐστιν, ἀλλʼ ἐνίσχεται αὐτόθι.

Ὅτι Χερρόνησος πόλις ἐν τῇ Ταυρικῇ πρότερον αὐτόνομος ἦν. Κατατρεχομένη δʼ ὑπὸ τῶν βαρβάρων ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα (καὶ) στρατηγιῶντα ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους ποταμοῦ βαρβάρους καὶ τοῦ Ἀδρίου. Ταῦτα δʼ ἦν ἐκὶ Ῥωμαίους παρασκευή. Ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατείαν, ἐπολέμει πρὸς τοὺς Σκύθας καὶ τούτους ἐχειρώσατο καὶ Βοσπόρου κατέστη κύριος, παῤ ἑκόντος λαβὼν Παρισάδου, τοῦ κατέχοντος τότε. Ἐξ ἐκείνου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν πόλις ὑπήκοος μέχρι νῦν ἐστιν.

Ὅτι μετὰ τὸν Συμβόλων λιμένα ἐν τῇ Ταυρικῇ, ὅς ἐστι δυσμικὸς καὶ βόρειος, ἡ Ταυρικὴ πρὸς νότον τοῦ Εὐξείνου παραλία, α οὖσα σταδίων τὸ μῆκος, τραχεῖα καὶ ὀρεινὴ καὶ καταιγίζουσα τοῖς βορέαις ἵδρυται· εἶτα ἡ Θεοδοσία πόλις ἐν τῷ Βοσπόρῳ. Ἐν δὲ τῷ μέσῳ τῆς παραλίας ταύτης ἀκρωτήριόν ἐστι, τὸ καλούμενον Κριοῦ μέτωπον, ἀντικρὺ Παφλαγονίας καὶ τοῦ ἀκρωτηρίου αὐτῆς Καράμβιδος. Τὸ δὲ δίαρμα τὸ μεταξὺ Καράμβιδος καὶ Κριοῦ μετώπου στάδιοι βσ΄. Ἀπὸ δὲ Θεοδοσίας εἰς Παντικάπην, μητρόπολιν τῶν Βοσποριανῶν, πᾶσα ἡ χώρα εὔγειος καὶ εὔφορος σίτου, στάδια φλ΄. Ἡ δὲ Παντικάπαια πόλις ἵδρυται ἐπὶ τῷ στόματι τῆς Μαιώτιδος λίμνης. Τὸ δὲ Παντικάπαιον λόφος ἐστὶ πάντη περιοικούμενος ἐν κύκλῳ σταδίων κ΄, κτίσμα Μιλησίων.

Ὅτι τὰ τοῦ Τανάιδος δύο στόματα διέχει ἀλλήλων ὡς στάδια ξ΄. Ἔνθα καὶ πόλις ὁμώνυμος τῷ ποταμῷ, μέγιστον ἐμπορεῖον τῶν βαρβάρων μετὰ τὸ Παντικάπαιον. Ἀπὸ δὲ τοῦ Παντικαπαίου πρὸς βορρᾶν στάδια κ΄ ἐνιόντι Μυρμήκιόν ἐστι πολίχνιον· εἶτα κώμη Παρθένιον, ἀπὸ σταδίων μ΄ τοῦ Μυρμηκίου, ἀπὸ δὲ Παντικαπαίου ξ΄. Ἔστι δὲ κατὰ μὲν τὸ Παντικάπαιον ὁ πορθμὸς, τοῦτʼ ἐστι τὸ πλάτος τοῦ Βοσπόρου, σταδίων ο΄· ἀπὸ δὲ τοῦ Παρθενίου, ὅπου καὶ τὸ στενότατόν ἐστι τοῦ πορθμοῦ, στάδια κ΄. Ἔχει δʼ ἐνταῦθα ἀντικειμένην ἐν τῇ Ἀσίᾳ κώμην, Ἀχίλλειον καλουμένην. Ἐντεῦθεν δὲ τὸ μῆκος τῆς λίμνης ἐπὶ τὸν Τάναϊν τὴν πόλιν καὶ τὴν νῆσον στάδια βσ΄. Ὁ δὲ κατὰ τὴν Ἀσίαν παράπλους κατὰ τὰ δεξιὰ μέρη ὀλίγῳ

571
τι ὑπερβάλλει τῶν βσ´ εταδίων, ὁ δὲ ἀριστερὸς καὶ ἐπὶ Εὐρώπην (ὑπὲρ τοὺς) ζ ἔγγιστα, ὡς εἶναι τὴν τῆς συμπάσης λίμνης περίμετρον θ ἔγγιστα σταδίων· ἧς τὰ μὲν Εὐρωπαῖα μέρη ἔρημα, τὰ δ᾿ ἀνατολικὰ οἰκεῖται· ἡ δὲ Ταυρικὴ Χερρόνησος ἔοικε καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὸ σχῆμα τῇ Πελοποννήσῳ. Τὴν δὲ πλείστην μέχρι τοῦ ἰσθμοῦ καὶ τοῦ κόλπου τοῦ Καρκινίτου Ταῦροι, Σκυθικὸν ἔθνος, ᾤκουν καὶ ἐκαλεῖτο πάλαι ἡ χώρα αὕτη πᾶσα, σχεδὸν δέ τι καὶ ἡ ἔξω τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους, μικρὰ Σκυθία. Τῆς δὲ Χερρονήσου τῆς Ταυρικῆς, πλὴν τῆς ὀρεινῆς τῆς παραλίου μέχρι Θεοδοσίας, ἡ ἄλλη πεδιὰς καὶ εὔγειός ἐστι πᾶσα, σίτῳ δὲ καὶ σφόδρα εὐτυχής· τριακοντάχουν γὰρ ἀποδίδωσι διὰ τοῦ τυχόντος ὀρυκτοῦ σχιζομένη. Φόρον δʼ ἔφερον Μιθριδάτῃ τῷ Εὐπάτορι. Ἐντεῦθέν φασι καὶ τὰ σιτοπομπεῖα τοῖς Ἕλλησιν εἶναι· καὶ Λεύκωνά φασι πέμψαι ἐντεῦθεν Ἀθηναίοις σίτου μεδίμνους μυριάδας ιε´. Διὰ δὲ τὸ νομάδας εἶναι τοὺς βορειοτέρους Γεωργοὶ οὗτοι ἐκαλοῦντο ἰδίως.

Ὅτι ἴδιόν ἐστι Σκυθῶν καὶ Σαρματῶν τὸ τοὺς ἵππους ἐκτέμνειν εὐπειθείας χάριν· μικροὶ μὲν γάρ εἰσιν, ὀξεῖς δὲ σφόδρα καὶ δυσπειθεῖς.

Ὅτι ἐν Σκυθίᾳ ἀετὸς οὐ γίνεται. Γίνεται δὲ ζῷόν τι ἐνταῦθα, ὁ καλούμενος κόλος, μεταξὺ ἐλάφου τε καὶ κριοῦ τὸ μέγεθος, λευκὸς, ὀξύτερος τούτων τῷ δρόμῳ, πίνων τοῖς ῥώθωσιν εἰς τὴν κεφαλὴν, εἶτ᾿ ἐντεῦθεν εἰς ἡμέρας ταμιεύων πλείους, ὥστʼ ἐν τῇ ἀνύδρῳ νέμεσθαι ῥᾳδίως. Τοιαύτη μὲν ἡ μεταξὺ Ῥήνου καὶ Τανάιδος ποταμῶν χώρα, ἡ ἐκτὸς τοῦ Ἴστρου ποταμοῦ ὑπὸ τῆς Ποντικῆς θαλάσσης ἀφοριζομένη.

Ὅτι παράλληλά ἐστι τρόπον τινὰ τῷ Ἴστρῳ ποταμῷ τά τε Ἰλλυρικὰ καί τὰ Παιονικὰ καὶ τὰ Θρᾴκια ὄρη, μίαν πως γραμμὴν ἀποτελοῦντα, διήκουσαν ἀπὸ τοῦ Ἀδρίου μέχρι πρὸς τὸν Πόντον· ἧσπερ προσάρκτια μὲν τὰ μεταξὺ Ἴστρου ποταμοῦ καὶ τῶν δρῶν, πρὸς νότον δὲ ἥ τε Ἑλλὰς καὶ ἡ συνεχὴς βάρβαρος μέχρι τῆς ὀρεινῆς. Πρὸς μὲν οὖν τὸν Πόντον τὸ Αἷμόν ἐστιν ὄρος, μέγιστον τῶν ταύτῃ καὶ ὑψηλότατον, μέσην πως διαιροῦν τὴν Θρᾴκην. Πρὸς δὲ τῷ Ἀδρίᾳ πᾶσα ἡ Αδρία σχεδόν τι μέση δʼ ἡ Παιονία, καὶ αὕτη πᾶσα ὑψηλή. Ἐφʼ ἑκάτερα δὲ αὐτῆς, ἐπὶ μὲν τὰ Θρᾴκια ἡ Ῥοδόπη, ὅμορον ὑψηλὸν ὄρος μετὰ τὸν Αἷμον, ἐπὶ δὲ θάτερα πρὸς ἄρκτον τὰ Ἰλλυρικὰ ἥ τε τῶν Αὐταριατῶν χώρα καὶ ἡ Δαρδανική. Αἱ δʼ Ἄλπεις διατείνουσι μέχρι τῶν Ἰαπόδων, Κελτικοῦ τε ἅμα καὶ Ἰλλυρικοῦ ἔθνους. Ἡ δὲ Ὄκρα ταπεινότα μέρος τῶν Ἄλπεών ἐστι, τῶν διατεινουσῶν ἀπὸ τῆς Ῥαιτικῆς μέχρι Ἰαπόδων· ἐντεῦθιν δʼ ἐξαίρεται τὰ ὄρη πάλιν ἐν τοῖς Ἰάποσι καὶ καλεῖται Ἄλβια. Μεταξὺ δ᾿ Ὄκρας καὶ Ἀλβίων ὀρέων ἐν τῇ Ἰστρίᾳ

572
τὰ ὄρη τὰ Καρούαγκα ἐπʼ εὐθείας. Τὰ δὲ Βέβια ἔτι ἀνατολικώτερα τῶν Ἀλβίων· ὡς εἶναι κατὰ τὸ ε’ κλίμα σχεδὸν ἐπʼ εὐθείας τὰ ὄρη ταῦτα, Ὄκραν, Καρσύαγκα, Ἄλβια, Βέβια εἶτα τὰ τῆς ἂνω Μυσίας ὄρη· εἶτα ὁ Αἶμος ὁ Θρᾴκιος ἕως τοῦ Εὐξείνου πόντου. Αὕτῃ οὖν ἡ κατὰ τὰ προκείμενα ὄρη εὐθεῖα παράλληλός ἐστι τῷ Ἴστρῳ σχεδόν.

Ὅτι ἀρχὴ τῆς Ἰλλυρικῆς παραλίας ἐστὶν ἡ Ἰστρία, συνεχὴς οὖσα τοῖς τε Κάρνοις καὶ τῇ Ἰταλία. Καί εἰσιν ω΄ στάδιοι ἀπὸ τοῦ μυχοῦ τοῦ Ἀδρίου ἕως τῆς Πόλας τοσοῦτοι δὲ ἀπὸ τοῦ αὐτοῦ ἕως Ἀγκῶνος, πόλεως Ἰταλικῆς. Ὁ δὲ πᾶς τῆς Ἰστρίας παράπλους ἕως τῶν Ἀλβίων ὀρῶν στάδιοι ,ατ΄. Ἑξῆς δέ ἐστιν ὁ Ἰαποδικὸς παράπλους σταδίων ,α.

Ὅτι οἱ Ἰέποδες ἵδρυνται ἐπὶ τῷ Ἀλβίῳ ὄρει, τελευταίῳ ὄντι τῶν Ἄλπεων καὶ ὑψηλῷ σφόδρα, τῇ μέν ἐπὶ τοὺς Παννονίους καὶ τὸν Ἴστρον καθήκοντες, τῆ δὲ ἐπὶ τὸν Ἀδρίαν. Κατάστικτοι δέ εἰσιν ὁμοίως τοῖς ἄλλοις Ἰλλυριοῖς τε καὶ Θρᾳξίν.

Ὅτι μετὰ τὸν τῶν Ἰαπόδων παρέπλουν ὁ Λιβυρνικός ἐστι σταδίων ,αφ’, νήσων ἀριθμὸν ἔχων πρὸ αὐτοῦ περὶ μ΄. Τῶν δὲ Ἰαπόδων νῆσος πρόκειται Κυρικτικὴ, τῶν δὲ Ἰστρίων αἱ Ἀψυρτίδες νῆσοι, ἔνθα φασὶ τὴν Μήδειαν τὸν ἀδελφὸν Ἄψυρτον ἀνελεῖν. Καὶ ἡ Τραγούριον δὲ καὶ ἡ Φάρος πρὸ τῆς Λιβυρνίας εἰσὶ, νῆσοι ἐπίσημοι, καὶ ἡ Ἴσσα νῆσος.

Ὅτι ἴδιον τῶν Δαλματέων τὸ διὰ ὀκταετηρίδος ἀναδασμὸν ποιεῖσθαι τῆς χώρας τὸ δὲ μή χρῆσθαι νομίσμασι πρὸς μὲν τοὺς ἐν τῆ παραλίᾳ ταύτῃ ἴδιον, πρὸς ἄλλους δὲ τῶν βαρβάρων πολλοὺς κοινόν.

Ὅτι ὄρος ἐστὶν Ἄδριον, μέσον τέμνον τὴν Δαλματικὴν τὴν μὲν ἐπιθαλάττιον, τὴν δὲ ἐπὶ θάτερα. Εἶτα ὁ Νάρων ποταμὸς καὶ πρὸ αὐτοῦ ἡ Μέλαενα νῆσος, ἥτις καὶ Κέρκυρα καλεῖται, Κνιδίων κτίσμα.