Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ τῶν Ἰαπύγων χώρα παραδόξως ἐστὶν ἀστεία· ἐπιπολῆς γὰρ φαινομένη τραχεῖα εὑρίσκεται βαθύγειος σχιζομένη· ἀνυδροτέρα δὲ οὖσα εὔβοτος καὶ εὔδενδρὸς ἐστιν. Εὐάνδρησε δέ ποτε καὶ τοῦτο σφόδρα τὸ χωρίον σύμπαν καὶ ἔσχε πόλεις ιγ΄· ἀλλὰ νῦν, πλὴν Τάραντος καὶ Βρεντεσίου, τὰ ἄλλα πολίσματά εἰσιν· οὕτως ἐκπεπόνηνται καὶ τεταπείνωνται. Ἐνταῦθα καὶ ὁ σκόπελος, ὃν καλοῦσιν ἄκραν Ἰαπυγίαν, πολὺς ἐκκείμενος εἰς τὸ πέλαγος κατὰ τὰς χειμερινὰς ἀνατολὰς, ἐπιστρέφων δέ πως ἐπὶ τὸ Λακίνιον, ἄκρον τῆς Βρεττίας (ἢν Ἐλλάδα μεγάλην ἀπὸ τῆς τοῦ Πυθαγόρου ἐνταῦθα διατριβῆς ἐκάλεσαν) ἀνταῖρον ἀπὸ τῆς ἑσπέρας αὐτῷ καὶ κλεῖον τὸ στόμα τοῦ Ταραντίνου κόλπου πρὸς αὐτόν· καὶ τὰ Κεραύνια δ᾿ ὁμοίως ὄρη κλείει πρὸς αὐτὸν τὸ στόμα τοῦ Ἰονίου κόλπου. Καὶ ἔστι τὸ δίαρμα ὅσον ψ΄ σταδίων ἀπ᾿ αὐτοῦ πρός τε τὰ Κεραύνια καὶ πρὸς τὸ Λακίνιον. Περίπλους δ᾿ ἐκ Τάραντός ἐστιν ἐς Βρεντέσιον μέχρι μέν Βάριδος πολίχνης χ΄ στάδιοι. Καλοῦσι δὲ Βάριν οἱ νῦν Οὐερητόν. Ἔνθεν εἰς τὰ Λευκὰ στάδια π΄, πολίχνιον καὶ τοῦτο, ἐν ᾧ δείκνυται πηγὴ δυσώδους ὕδατος. Ἐκ δὲ τῶν Λευκῶν εἰς Ὑδροῦντα πολίχνην στάδια ρν΄. Ἐντεῦθεν δ᾿ εἰς Βρεντέσιον υ΄· οἱ δὲ ἴσοι καὶ εἰς Σάσωνα τὴν νῆσον, ἥτις μέση πως ἵδρυται τῆς τε Ἰαπυγίας καὶ τῶν Κεραυνίων τῆς Ἠπείρου.
Ὅτι ἡ ἀπὸ Βρεντεσίου ὁδὸς εἰς Τάραντα, τοῦτ᾿ ἐστιν ὁ ἰσθμὸς, στάδια σ΄, ἀφορίζων γῆν, ἢν Μεσσαπίαν πίαν τε καὶ Ἰαπυγίαν καὶ Καλαβρίαν καὶ Σαλεντίνην κοινῶς οἱ πολλοὶ καλοῦσι, χερρόνησον οὖσαν.
Ὅτι εὐλίμενός ἐστιν ἡ πόλις τὸ Βρεντέσιον· ἑνὶ γὰρ στόματι πολλοὶ κλείονται λιμένες ἄκλυστοι, κόλπων ἀπολαμβανομένων ἐντὸς, ὥστ᾿ ἐοικέναι κέρασιν ἐλάφου τὸ σχῆμα, ἀφ᾿ οὗ καὶ τοὔνομα· σὺν γὰρ τῆ πόλει κεφαλῇ μάλιστα ἐλάφου προσέοικεν ὁ τόπος· τῆ δὲ Μεσσαπία γλώττη Βρεντέσιον ἡ κεφαλὴ τοῦ ἐλάφου καλεῖται. Καί εἰσιν ἀπὸ Ῥώμης εἰς Βρεντέσιον μίλια τξ΄.
Ὅτι ἀπὸ Βρεντεσίου πλοῦς ἐστιν εἰς τὴν περαίαν διπλοῦς· ὁ μὲν ἐπὶ τὰ Κεραύνια καὶ τὴν Ἤπειρον, ὁ δὲ εἰς Δυρράχιον μείζων τοῦ προτέρου· ἔστι γὰρ αω΄ σταδίων. Τέτριπται δʼ ἑκάτερος τούτων, διὰ τὸ τὴν πόλιν εὐφυῶς κεῖσθαι πρός τε τὰ τῶν Ἰλλυριῶν ἔθνη καὶ τὰ τῶν Μακεδόνων.