Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν Ῥαβέννῃ τὰ ἔλη ποιοῦσι τὰς ἀμπέλους καρπιμωτάτας καὶ ταχυφόρους· ἀλλ᾿ ἐν πέντε ἔτεσι γηράσκουσαι φθείρονται.

Ὅτι Ἀδρία πόλις ἐστὶ περὶ τὰ μυχὰ τοῦ Ἀδρίου, ἀφ᾿ ἦς ἡ ταύτῃ θάλασσα καλεῖται Ἀδρίας ἦν δὲ τὸ πάλαι ἐπιφανεστάτη.

Ὅτι μετά τὸ Τίμαυον, μυχαίτατον ἂν τοῦ Ἀδρίου, ἡ τῶν Ἴστρων ἐστὶ παραλία μέχρι Πόλας, ἦς καὶ Καλλίμαχος μέμνηται λέγων· « ἀτὰρ κείνων γλῶσσ᾿ ὀνόμηνε Πόλας. » Κτίσμα δέ ἐστι Κόλχων· καὶ αἱ Ἀψυρτίδες νῆσοι ἐπίκεινται τῇ Πόλῃ.

Ὅτι ἡ Λιγυστικὴ ἐν αὐτοῖς τοῖς Ἀπεννίνοις ὄρεσιν ἵδρυται μεταξὺ Τυρρηνίας τε καὶ Κελτικῆς τραχεῖα δ᾿ ἐστὶ καὶ πετρώδης.

Ὅτι ἡ Τυρρηνία χώρα, μοῖρα οὖσα τῆς Ἰταλίας, ἄρχεται ἀπὸ τῶν τῆς Λιγυστικῆς ὁρίων ἕως ποταμοῦ τοῦ Τιβέριδος παραθαλάσσιοι δ᾿ ὄντες οὗτοι καὶ τὰ πεδία οἰκοῦντες τὰ τῶν Ἀπεννίνων ἀπολήγοντα· ἐξ ἧς καὶ ἡ παρακειμένη θάλασσα Τυρρηνική καλεῖται.

Ὅτι ὁ Τίβερις ῥεῖ ἀπὸ τῶν Ἀπεννίνων ὀρέων, πληροῦται δ᾿ ἐκ πολλῶν ποταμῶν, μέρος μέν τι διὰ τῆς Τυρρηνίας φερόμενος, τὸ δ᾿ ἐφεξῆς διορίζων ἀπ᾿ αὐτῆς πρῶτον μέν τὴν Ὁμβρικὴν, εἶτα Σαβίνους καὶ Λατίνους τοὺς πρὸς τῆ Ῥώμῃ μέχριτῆς παραλίας. Παραβέβληνται δέ πως τῷ ποταμῷ μὲν καὶ τοῖς Τυρρηνοῖς κατὰ πλάτος, ἀλλήλοις δὲ κατὰ μῆκος ἀνέχουσι δὲ πρὸς τὰ Ἀπέννινα ὄρη τὰ πρὸς τῷ Ἀδρίᾳ.

550

Ὅτι ἡ τῶν Σατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινυέσσης καὶ τῆς Σαβίνης τὰ δ᾿ Ὤστια ἐπίνειόν ἐστι Ῥώμης, εἰς ἂ ὁ Τίβερις ἐκδίδωσιν· ἐκτείνεται δ᾿ ἐπὶ μῆκος μέχρι Καμπανίας καὶ Σαμνιτῶν.

Ὅτι Τυρρηνοὶ καλοῦνται ἀπὸ Τυρρηνοῦ τοῦ Ἄτυος στείλαντος ἐκ Λυδίας ἀποίκους εἰς τὴν χώραν ταύτην. Λιμῷ γὰρ ἡ Μηονία ἐπιέζετο· καὶ διὰ τοῦτο ὁ Ἄτυς βασιλεύων ἐκεῖ, Ἡρακλείδης ὢν ἀπὸ Ὀμφάλης, ἠναγκάσθη τὸν μὲν ἕτερον τῶν παίδων, Λυδὸν καλούμενον, αὐτοῦ κατασχεῖν, ἐξ οὗ καὶ ἡ χώρα Λυδία τὸν δ᾿ ἕτερον, Τυρρηνὸν, στεῖλαι μετὰ τοῦ πλείστου λαοῦ, ὃς ἐλθὼν ᾤκησε τὴν ἐξ αὐτοῦ Τυρρηνίαν.

Ὅτι οἱ Τυρρηνοὶ, ἐπιφανεῖς γενόμενοι, πολλὰ ἔνδοξα ἔπραξαν ἄλλα τε καὶ τοὺς Γαλάτας, τοὺς τὴν Ῥώμην ἐπὶ Φουρίου λαβόντας, ὑπαντήσαντες περὶ Σαβίνους κατεπολέμησαν, καὶ ὅσα χρήματα ἑκόντων Ῥωμαίων ἔλαβον, πάντα ἠνάγκασαν τοὺς Γαλάτας ἄκοντας δοῦναι λύτρα τῶν ἁλόντων ὑπ᾿ αὐτῶν.

Ὅτι τὸ παρ᾿ Ὁμήρῳ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, ὅ ἐστι μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς τόν τε Δία τὸν Δωδωναῖον ὀνομάζει Ὅμηρος « Ζεῦ ἔνα, Δωδωναῖε, Πελασγικέ. » Πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο τῶν Πελασγῶν ἐπαρξάντων· ἀλλὰ καὶ τοὺς ὁμόρους τῶν ἐν Τρωάδι Κιλίκων Ὅμηρος Πελασγοὺς εἴρηκε, έγων· Ἱππόθοος δ᾿ ἄγε φῦλα Πελασγῶν. »

Ὅτι τοὺς Πελασγοὺς διὰ τὸ πλάνητας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ᾿ οὗς ἔτυχε τόπους, φασὶ Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.

Ὅτι τῆς Τυρρηνίας τὸ μὲν μῆκος, ἡ μέγιστόν ἐστιν, ἀπὸ Λούνης πόλεως μέχρι Ὠστίων, σταδίων δισχιλίων πεντακοσίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. Ἡ δὲ Λούνα μικρὰ μέν ἐστι πόλις, ἔχει δὲ λιμένα μέγιστον καὶ κάλλιστον· ἔχει δὲ μέταλλα λίθου ποικίλου λευκοῦ ὑπογλαυκίζοντος, ἀφ᾿ ὧν τὰ ἐν Ῥώμῃ ἐδάφη καὶ οἱ ναοὶ οἱ κάλλιστοι κοσμοῦνται. Οἱ δ᾿ ἕλληνες καλοῦσι τὸν λιμένα Σελήνης λιμένα.

Ὅτι ἀπὸ Λούνης εἰς Πίσαν στάδιοί εἰσι πλείους τῶν τετρακοσίων. Ἡ δὲ Πίσα κτίσμα ἐστὶ τῶν ἐκ Πελοποννήσου Πισατῶν· οἳ μετὰ Νέστορος στρατεύσαντες ἐν τῷ νόστῳ ἐπλανήθησαν καὶ ταύτην τὴν Πίσαν ἔκτισαν.

Ὅτι ὁ Στράβων εἶδε τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας νήσου τῆς πλησίον Κύρνου κομιζόμενον. Οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῆ νήσῳ, κομίζεται δ᾿ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον

551
ἡ νῆσος ἔχει, καὶ τὸ τὰ ὀρύγματα ἀναπληροῦσθαι τῷ χρόνῳ τὰ μεταλλευθέντα· καθάπερ τοὺς πλαταμῶνάς φασι τοὺς ἐν Ῥόδῳ καὶ τὴν ἐν Πάρῳ πέτραν τὴν μάρμαρον καὶ τοὺς ἐν Ἰνδοῖς ἄλας.

Ὅτι ἡ Κύρνος νῆσος ὑπὸ Ῥωμαίων Κορσίκα καλεῖται. Οἰκεῖται δὲ φαύλως, τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως· ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ λῃστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων· οἱ δ᾿ ἀνδραποδισθέντες αὐτῶν ἀγόμενοι εἰς δουλείαν ἢ οὐχ ὑπομένουσι ζῆν ἢ ἀχρεῖοι τοῖς ὠνησαμένοις εἰσί. Μῆκος δὲ τῆς νήσου μίλια ρξ΄, πλάτος δὲ ο΄. Σαρδόνος δὲ μηκος μίλια σκ΄, πλάτος δὲ ??η΄. Ἡ δὲ Σαρδὼν ἔχει μὲν πολὺ καὶ τὸ τραχὺ τῆς γῆς, ἔχει δὲ καὶ τὸ βαθύγειον καὶ κάρπιμον, μάλιστα δ᾿ ἐστὶ σιτοφόρος· ὅσα δὲ αὐτῆς εὔκαρπα χωρία, νοσηλά ἐστι καὶ λοιμώδη τοῦ θέρους.

Ὅτι ἐν τῇ Σαρδοῖ γίνονται κριοὶ φύοντες τρίχα αἰγείαν ἀντὶ ἐρέας, καλοῦνται δὲ ἐπιχωρίως μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται. Ἔχουσι δὲ ξιφίδιον καὶ πέλτην ἐν ταῖς μάχαις.

Ὅτι ἀπὸ Σαρδοῦς ἕως τῆς κατ᾿ ἀντικρὺ Λιβύης τὸ πέλαγος μίλιά ἐστι τ΄.

Ὅτι ἔν Κόσσαις πόλει θυννοσκοπεῖόν ἐστιν. Ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρα παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας.

Ὅτι οὐ πόρρω πάνυ τῆς Ῥώμης λίμναι εἰσὶν ἀγαθαὶ ἰχθυοτρόφοι· ἀφ᾿ ὧν τύφη τε καὶ πάπυρος καὶ ἀνθήλη εἰς ῥώμην κομίζονται.

Ὅτι Αἰνεείας ὁ Ἀγχίσου, ἐκ Τροίας κατάρας εἰς Λαυρον, πλησίον τοῦ Τιβέριδος τῶν ἐκβολῶν, μικρὸν ὑπὲρ τῆς θαλάσσης ὅσον κδ΄ σταδίοις 'κτισε πόλιν Ἄλβαν. Ἐπελθὼν δὲ Λατῖνος, ὁ τῶν Ἀβοριγίνων βασιλεὺς (οὗτοι δ᾿ ᾤκουν ὅπου νῦν ἡ ῥώμη ἐστί), σύμμαχον ἔλαβε τὸν Αἰνείαν κατὰ τῶν ἀστυγειτόνων Ῥουτούλων, τῶν τὴν Ἀρδέαν οἰκούντων· στάδιοι δ᾿ ἀπὸ Ῥώμης εἰς Ἀρδέαν ρξ΄. Νικήσας δὲ φίλος ἦν Αἰνείᾳ. Ὕστερον δ᾿ ἀναμαχόμενοι οἱ Ῥουτοῦλοι τὸν Λατῖνον ἔκτειναν, αὐτοὶ δὲ ὑπὸ Αἰνείου ἐκρατήθησαν. Καὶ ἀπὸ τότε Αἰνείας, τῶν τόπων ἐκείνων βασιλεύσας, ὠνόμασε Λατίνους τοὺς ὑφ᾿ αὐτῶ. Ὕστερον δὲ υ΄ ἔτεσιν ἱστορεῖται τὰ περὶ τὸν Ἀμόλιον καὶ τὸν ἀδελφὸν Νομίτορα. Οὗτοι δ᾿ ἀπὸ Αἰνείου κατήγοντο οὕτως· διεδέξαντο μὲν γὰρ τὸ τῶν Λατίνων κράτος ἄμφω παρὰ τῶν ἀπογόνων Ἀσκανίου, τοῦ Αἰνείου παιδός· παραγκωνισάμενος δ᾿ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν, ὁ Ἀμόλιος. Υἴοῦ δʼ ὄντος καὶ θυγατρὸς τῷ Νομίτορι, τὸν μέν ἐν κυνηγία ἐδολοφόνησεν ὁ Ἀμόλιος· τὴν δὲ, ἵνα ἄτεκωος διαμένοι, τῆς Ἑστίας ἱέρειαν κατέστησε, παρθενείας χάριν· καλοῦσι δʼ αὐτὴν ίαν Σιλουίαν.

552
Εἶτα φθορὰν φωράσας, διδύμων αὐτῇ παίδων γενομένων,, τήν μέν εἶρξεν ἐντὶ τοῦ κτείνειν, χαριζόμενος τἀδελφῷ· τοὺς δ᾿ ἐξέθηκε πρὸς τὸν Τίβεριν κατά τι πάτριον. Μυθεύεται μέν οὖν ἐξ Ἄρεως γενέσθαι τοὺς παῖδας, ἐκτεθέντας δὲ ὑπὸ λυκαίνης ὁραθῆναι σκυλακευομένους· Φαυστύλον δέ τινα τῶν περὶ τὸν τόπον συφορβῶν ἀνελόμενον ἐκθρέψαι· καλέσαι δὲ τὸν μέν Ῥωμύλον, τὸν δὲ Ῥέμον· ἀνδρωθέντας δὲ ἐπιθέσθαι τῷ Ἀμολίῳ καὶ τοῖς παισί. Καταλυθέντων δέ ἐκείνων καὶ τῆς ἀρχῆς εἰς τὸν Νομίτορα περιστάσης, ἀπελθόντας οἴκαδε, κτίσαι τὴν Ῥώμην ἐν τόποις οὐ πρὸς αἵρεσιν μᾶλλον ἢ πρὸς ἀνάγκην ἐπιτηδείοις· οὔτε γὰρ ἐρυμνὸν τὸ ἔδαφος οὔτε χώραν οἰκείαν ἔχον τήν πέριξ, ὅση πόλει πρόσφορος, ἀλλ᾿ οὐδ᾿ ἀνθρώπους τοὺς συνοικίσοντας. Οἱ γὰρ ὄντες ᾤκουν καθ᾿ αὐτοὺς, συνάπτοντες πρὸς τοῖς τείχεσι τῆς κτιζομένης πόλεως, οὐδὲ τοῖς Ἀλβανοῖς τοῖς τὴν Ἄλβαν οἰκοῦσι πάνυ προσέχοντες. Κολλατία δ᾿ ἦν καὶ Ἀντέμναι καὶ Φιδῆναι καὶ Λαβικὸν καὶ ἄλλα τοιαῦτα· τότε μέν πολίχνια, νῦν δὲ κῶμαι, κτήσεις ἰδιωτῶν, ἀπὸ λ΄ ἢ μικρῷ πλειόνων τῆς Ῥώμης σταδίων. Γενομένης δὲ στάσεως, φασὶ κατὰ τὴν κτίσιν τὸν Ῥέμον ἀποθανεῖν. Μετὰ δὲ τὴν κτίσιν ἀνθρώπους συνήλυδας ὁ ῥωμύλος ἤθροιξεν, ἀποδείξας ἄσυλόν τι τέμενος μεταξὺ τῆς ἄκρας καὶ τοῦ Καπετωλίου, τοὺς δ᾿ ἐκεῖ καταφεύγοντας τῶν ἀστυγειτόνων πολίτας ἀποφαίνων· ἐπιγαμίας δὲ τούτοις οὐ τυγχάνων ἐπηγγέλλετο ἕνα ἀγῶνα ἱππικὸν τοῦ Ποσειδῶνος ἱερὸν, τὸν καὶ νῦν ἐπιτελούμενον. Συνελθόντων δὲ πολλῶν, πλείστων δὲ Σαβίνων, ἐκέλευσς τὰς παρθένους ἁρπάσαι τὰς ἀφιγμένας τοῖς δεομένοις γάμου. Μετιῶν δὲ τὴν ὕβριν Τίτος Τάτιος δι᾿ ὅπλων, ὁ βασιλεὺς τῶν Κυριτῶν, ἐπὶ κοινωνία τῆς ἀρχῆς καὶ πολιτείας συνέβη πρὸς τὸν Ῥωμύλον. Δολοφονηθέντος δὲ ἐν Λαβινίῳ τοῦ Τατίου, μόνος ἦρξε Ῥωμύλος ἑκόντων τῶν Κυριτῶν. Μετὰ δὲ τοῦτον ἦρξε Νούμας Πομπίλιος, πολίτης τοῦ Τατίου, παρ᾿ ἑκόντων λαβὼν τῶν ὑπηκόων.