Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ τῶν Σατίνων χώρα μεταξὺ κεῖται τῆς τε ἀπὸ τῶν Ὠστίων παραλίας μέχρι πόλεως Σινυέσσης καὶ τῆς Σαβίνης τὰ δ᾿ Ὤστια ἐπίνειόν ἐστι Ῥώμης, εἰς ἂ ὁ Τίβερις ἐκδίδωσιν· ἐκτείνεται δ᾿ ἐπὶ μῆκος μέχρι Καμπανίας καὶ Σαμνιτῶν.
Ὅτι Τυρρηνοὶ καλοῦνται ἀπὸ Τυρρηνοῦ τοῦ Ἄτυος στείλαντος ἐκ Λυδίας ἀποίκους εἰς τὴν χώραν ταύτην. Λιμῷ γὰρ ἡ Μηονία ἐπιέζετο· καὶ διὰ τοῦτο ὁ Ἄτυς βασιλεύων ἐκεῖ, Ἡρακλείδης ὢν ἀπὸ Ὀμφάλης, ἠναγκάσθη τὸν μὲν ἕτερον τῶν παίδων, Λυδὸν καλούμενον, αὐτοῦ κατασχεῖν, ἐξ οὗ καὶ ἡ χώρα Λυδία τὸν δ᾿ ἕτερον, Τυρρηνὸν, στεῖλαι μετὰ τοῦ πλείστου λαοῦ, ὃς ἐλθὼν ᾤκησε τὴν ἐξ αὐτοῦ Τυρρηνίαν.
Ὅτι οἱ Τυρρηνοὶ, ἐπιφανεῖς γενόμενοι, πολλὰ ἔνδοξα ἔπραξαν ἄλλα τε καὶ τοὺς Γαλάτας, τοὺς τὴν Ῥώμην ἐπὶ Φουρίου λαβόντας, ὑπαντήσαντες περὶ Σαβίνους κατεπολέμησαν, καὶ ὅσα χρήματα ἑκόντων Ῥωμαίων ἔλαβον, πάντα ἠνάγκασαν τοὺς Γαλάτας ἄκοντας δοῦναι λύτρα τῶν ἁλόντων ὑπ᾿ αὐτῶν.
Ὅτι τὸ παρ᾿ Ὁμήρῳ Πελασγικὸν Ἄργος ἡ Θετταλία λέγεται, ὅ ἐστι μεταξὺ τῶν ἐκβολῶν τοῦ Πηνειοῦ καὶ τῶν Θερμοπυλῶν ἕως τῆς ὀρεινῆς τῆς κατὰ Πίνδον, διὰ τὸ ἐπάρξαι τῶν τόπων τούτων τοὺς Πελασγούς τόν τε Δία τὸν Δωδωναῖον ὀνομάζει Ὅμηρος « Ζεῦ ἔνα, Δωδωναῖε, Πελασγικέ. » Πολλοὶ δὲ καὶ τὰ Ἠπειρωτικὰ ἔθνη Πελασγικὰ εἰρήκασιν, ὡς καὶ μέχρι δεῦρο τῶν Πελασγῶν ἐπαρξάντων· ἀλλὰ καὶ τοὺς ὁμόρους τῶν ἐν Τρωάδι Κιλίκων Ὅμηρος Πελασγοὺς εἴρηκε, έγων· Ἱππόθοος δ᾿ ἄγε φῦλα Πελασγῶν. »
Ὅτι τοὺς Πελασγοὺς διὰ τὸ πλάνητας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ᾿ οὗς ἔτυχε τόπους, φασὶ Πελαργοὺς ὑπὸ τῶν Ἀττικῶν κληθῆναι.
Ὅτι τῆς Τυρρηνίας τὸ μὲν μῆκος, ἡ μέγιστόν ἐστιν, ἀπὸ Λούνης πόλεως μέχρι Ὠστίων, σταδίων δισχιλίων πεντακοσίων, πλάτος δὲ τοῦ ἡμίσους ἔλαττον τὸ πρὸς τοῖς ὄρεσιν. Ἡ δὲ Λούνα μικρὰ μέν ἐστι πόλις, ἔχει δὲ λιμένα μέγιστον καὶ κάλλιστον· ἔχει δὲ μέταλλα λίθου ποικίλου λευκοῦ ὑπογλαυκίζοντος, ἀφ᾿ ὧν τὰ ἐν Ῥώμῃ ἐδάφη καὶ οἱ ναοὶ οἱ κάλλιστοι κοσμοῦνται. Οἱ δ᾿ ἕλληνες καλοῦσι τὸν λιμένα Σελήνης λιμένα.
Ὅτι ἀπὸ Λούνης εἰς Πίσαν στάδιοί εἰσι πλείους τῶν τετρακοσίων. Ἡ δὲ Πίσα κτίσμα ἐστὶ τῶν ἐκ Πελοποννήσου Πισατῶν· οἳ μετὰ Νέστορος στρατεύσαντες ἐν τῷ νόστῳ ἐπλανήθησαν καὶ ταύτην τὴν Πίσαν ἔκτισαν.
Ὅτι ὁ Στράβων εἶδε τοὺς ἐργαζομένους τὸν σίδηρον τὸν ἐκ τῆς Αἰθαλίας νήσου τῆς πλησίον Κύρνου κομιζόμενον. Οὐ γὰρ δύναται συλλιπαίνεσθαι καμινευόμενος ἐν τῆ νήσῳ, κομίζεται δ᾿ εὐθὺς ἐκ τῶν μετάλλων εἰς τὴν ἤπειρον. τοῦτό τε δὴ παράδοξον
Ὅτι ἡ Κύρνος νῆσος ὑπὸ Ῥωμαίων Κορσίκα καλεῖται. Οἰκεῖται δὲ φαύλως, τραχεῖά τε οὖσα καὶ τοῖς πλείστοις μέρεσι δύσβατος τελέως· ὥστε τοὺς κατέχοντας τὰ ὄρη καὶ ἀπὸ λῃστηρίων ζῶντας ἀγριωτέρους εἶναι θηρίων· οἱ δ᾿ ἀνδραποδισθέντες αὐτῶν ἀγόμενοι εἰς δουλείαν ἢ οὐχ ὑπομένουσι ζῆν ἢ ἀχρεῖοι τοῖς ὠνησαμένοις εἰσί. Μῆκος δὲ τῆς νήσου μίλια ρξ΄, πλάτος δὲ ο΄. Σαρδόνος δὲ μηκος μίλια σκ΄, πλάτος δὲ ??η΄. Ἡ δὲ Σαρδὼν ἔχει μὲν πολὺ καὶ τὸ τραχὺ τῆς γῆς, ἔχει δὲ καὶ τὸ βαθύγειον καὶ κάρπιμον, μάλιστα δ᾿ ἐστὶ σιτοφόρος· ὅσα δὲ αὐτῆς εὔκαρπα χωρία, νοσηλά ἐστι καὶ λοιμώδη τοῦ θέρους.
Ὅτι ἐν τῇ Σαρδοῖ γίνονται κριοὶ φύοντες τρίχα αἰγείαν ἀντὶ ἐρέας, καλοῦνται δὲ ἐπιχωρίως μούσμωνες, ὧν ταῖς δοραῖς θωρακίζονται. Ἔχουσι δὲ ξιφίδιον καὶ πέλτην ἐν ταῖς μάχαις.
Ὅτι ἀπὸ Σαρδοῦς ἕως τῆς κατ᾿ ἀντικρὺ Λιβύης τὸ πέλαγος μίλιά ἐστι τ΄.
Ὅτι ἔν Κόσσαις πόλει θυννοσκοπεῖόν ἐστιν. Ἀκολουθεῖ γὰρ ὁ θύννος οὐ τῇ βαλάνῳ μόνον, ἀλλὰ καὶ τῇ πορφύρα παρὰ γῆν, ἀρξάμενος ἀπὸ τῆς ἔξω θαλάττης μέχρι καὶ Σικελίας.
Ὅτι οὐ πόρρω πάνυ τῆς Ῥώμης λίμναι εἰσὶν ἀγαθαὶ ἰχθυοτρόφοι· ἀφ᾿ ὧν τύφη τε καὶ πάπυρος καὶ ἀνθήλη εἰς ῥώμην κομίζονται.
Ὅτι Αἰνεείας ὁ Ἀγχίσου, ἐκ Τροίας κατάρας εἰς Λαυρον, πλησίον τοῦ Τιβέριδος τῶν ἐκβολῶν, μικρὸν ὑπὲρ τῆς θαλάσσης ὅσον κδ΄ σταδίοις 'κτισε πόλιν Ἄλβαν. Ἐπελθὼν δὲ Λατῖνος, ὁ τῶν Ἀβοριγίνων βασιλεὺς (οὗτοι δ᾿ ᾤκουν ὅπου νῦν ἡ ῥώμη ἐστί), σύμμαχον ἔλαβε τὸν Αἰνείαν κατὰ τῶν ἀστυγειτόνων Ῥουτούλων, τῶν τὴν Ἀρδέαν οἰκούντων· στάδιοι δ᾿ ἀπὸ Ῥώμης εἰς Ἀρδέαν ρξ΄. Νικήσας δὲ φίλος ἦν Αἰνείᾳ. Ὕστερον δ᾿ ἀναμαχόμενοι οἱ Ῥουτοῦλοι τὸν Λατῖνον ἔκτειναν, αὐτοὶ δὲ ὑπὸ Αἰνείου ἐκρατήθησαν. Καὶ ἀπὸ τότε Αἰνείας, τῶν τόπων ἐκείνων βασιλεύσας, ὠνόμασε Λατίνους τοὺς ὑφ᾿ αὐτῶ. Ὕστερον δὲ υ΄ ἔτεσιν ἱστορεῖται τὰ περὶ τὸν Ἀμόλιον καὶ τὸν ἀδελφὸν Νομίτορα. Οὗτοι δ᾿ ἀπὸ Αἰνείου κατήγοντο οὕτως· διεδέξαντο μὲν γὰρ τὸ τῶν Λατίνων κράτος ἄμφω παρὰ τῶν ἀπογόνων Ἀσκανίου, τοῦ Αἰνείου παιδός· παραγκωνισάμενος δ᾿ ὁ νεώτερος τὸν πρεσβύτερον ἦρχεν, ὁ Ἀμόλιος. Υἴοῦ δʼ ὄντος καὶ θυγατρὸς τῷ Νομίτορι, τὸν μέν ἐν κυνηγία ἐδολοφόνησεν ὁ Ἀμόλιος· τὴν δὲ, ἵνα ἄτεκωος διαμένοι, τῆς Ἑστίας ἱέρειαν κατέστησε, παρθενείας χάριν· καλοῦσι δʼ αὐτὴν ίαν Σιλουίαν.
Ὅτι ἀπὸ Ὠστίας ἕως Σινουέσσης ἡ παραλία Λατίνη καλεῖται· εἰς δὲ τὴν μεσόγαιαν μέχρι Καμπανίας διήκει καὶ Σαμνιτῶν. Ἅπασα δ᾿ ἐστὶν εὐδαίμων καὶ πάμφορος, πλὴν ὀλίγων χωρίων λοιμωδῶν καὶ ἑλωδῶν καὶ νοσερῶν.
Ὅτι τὰ Ὥστια πόλις ἐστὶν ἀλίμενος παραλία διὰ τὰς τοῦ Τιβέριδος προχώσεις. Ἐκδέχονται δὲ τὰς φορτηγοὺς ὁλκάδας πλησίον τὰ ὑπηρετικὰ σκάφη τὸν γόμον μεταγγίζοντα· καὶ οὕτως ὁ ἀνάπλους γίνεται πρὸς τὴν Ῥώμην, ἀπέχουσαν Ὠστίων στάδια ρ??΄.
Ὅτι Τυρρηνοὶ ἐλήστευον τὴν Ἑλλάδα· λαβόντες δὲ οἱ Ἕλληνές τινας αὐτῶν ἀπέστειλαν προῖκα Ῥωμαίοις, ἐγκαλοῦντες ὡς σὐ δίκαια ποιούντων, εἴ γε Ἑλλήνων ἄποικοι ὄντες καὶ Διοσκούρων ἱερὸν ἐν τῇ ἀγορᾷ ἱδρυσάμενοι, οὓς σωτῆρας εἶναι πάντες πιστεύουσιν,
Ὅτι ἐν τῇ Λατινίᾳ ὄρος ἐστὶ νησίζον θαλάττῃ τε καὶ ἕλεσι, καλούμενον Κιρκαῖον. Ἔχει δὲ καὶ Κίρκης ἱερὸν, καὶ δείκνυται ἔχον τινὰ φιάλην Ὀδυσσέως· διὸ τὰ τοῦ μύθου τῆς Κίρκης ἐκεῖ φασι γεγονέναι.
Ὅτι ἡ Ἀππία ὁδὸς ἔστρωται ἀπὸ Ῥώμης μέχρι Βρεωτεσίου.
Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι ἐνόμιζον ἄμεινον εἶναι, ὅπως οἱ ἄνδρες ὦσι τοῖς τείχεσι πρόβλημα, ἀλλ᾿ οὐ τὰ τείχη τοῖς ἀνδράσι. Διὸ τὴν Ῥώμην οὐ κατὰ αἵρεσιν, ἀλλὰ κατὰ ἀνάγκην ἔκτισαν ἐν ἐπιμάχῳ τόπῳ.