Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἐν Ἰβηρία κάστορες μὲν πολλοὶ γίνονται, ἀλλ’ οὐκ ἔχει τὸ καστόριον τὴν αὐτὴν δύναμιν τῷ Ποντικῷ· καθάπερ καὶ ὁ Κύπριος μόνος χαλκὸς φέρει τὴν Καδμίαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. Καὶ οἱ τῶν Κελτιβήρων ἵπποι, ὑπόψαροι ὄντες, ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν, μεταβάλλειν τὴν χρόαν λέγονται.
Ὅτι οἱ Κάνταβροι καὶ οἱ τούτοις πλησιόχωροι οὔρῳ λούονται ἐν δεξαμεναῖς παλαιουμένῳ· καὶ τοὺς ὀδόντας σμήχονται τῷ αὐτῷ οὔρῳ καὶ αὐτοὶ καὶ αἱ γυναῖκες.
Ὅτι οἱ Οὐέττωνες Ἴβηρες, ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον, ἰδόντες τινὰς τῶν ταξιαρχῶν ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν, μανίαν ὑπέλαβον τὴν ὁδὸν αὐτοῖς εἶναι--- ἐπὶ τὰς σκηνάς· ὡς δέον ἢ μένειν καθʼ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι· τοσοῦτον αὐτοῖς τὸ θηριῶδες καὶ ἀνήμερον ἦν. Καὶ αἱ γυναῖκες δʼ αὐτοῖς κόσμου χάριν περιτραχήλια σιδηρᾶ ἐφόρουν, κόρακας σιδηροῦς (προνενευκότος τοῦ προσώπου πολὺ )ἔχοντα καμπτομένους ὑπέρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ. Κατὰ τούτων δὲ τῶν κοράκων, ὅτε βούλονται, κατέσπων τὸ κάλυμμα, ὥστε ἐμπετασθέν τῷ προσώπῳ καλύπτειν αὐτό· καὶ τοῦτο κόσμον ἐνόμιζον. Ἄλλας δέ φασι τυμπάνιον περικεῖσθαι, πρὸς μέν τῷ ἰνίῳ περιφερές καὶ σφίγγον τὴν κεφαλήν μέχρι τῶν παρωτίδων, εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατʼ ὀλίγον· ἄλλας δέ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον, ὥστε ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δὲ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῷ τὴν χαίτην, εἶτα καλύπτρα μελαίνῃ περιστέλλειν. Πρὸς δέ τῇ ἀληθείᾳ τῆ τοιαύτῃ πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῇ τῶν Ἰβηρικῶν ἐθνῶν, διαφερθντως δὲ τῶν προσβόρων, οὐ μόνον τὰ πρὸς ἀνδρείαν, ἀλλ ὰ καὶ τὰ πρὸς ὠμότητα καὶ θηριωδίαν. Καὶ γὰρ τέκνα μητέρες ἔκτειναν, πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον· καὶ παιδίον δὲ, τῶν γονέων καὶ ἀδελφῶν
Ὅτι τῆς Κάλπης καὶ τῶν ἐκβολῶν τοῦ Βαίτιδος ἀπέχει τὰ Γάδειρα στάδια ψν΄. Καὶ ἔστιν ἡ νῆσος μικρὰ, πλάτος μέν ἔχουσα σταδιαῖον, μῆκος δὲ στάδια ρ’· καί εἶσιν οἱ ἐνοικοῦντες πλουσιώτατοι διὰ τὴν έμπορείαν.
Ὅτι Πολύβιος κρήνην εἶναί φησιν ἐν Γαδείροις ὕδατος ποτίμου, ἥτις ἀντιπαθεῖ τῇ θαλάσσῃ· πλημμυρούσης μὲν, λειψυδρεῖ, ὑποφευγούσης δὲ, πλημμυρεῖ. Αἰτιᾶται δʼ, ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἶς τήν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον, καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς πλημμύρας, εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δʼ εἰς τὸ ἐντὸς, ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν, εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς γῆς, ὥστε ἀναβλύειν εὐπόρως. Ὁ δὲ Στράβων οὐδὶ ταύτην μέν τὴν αἰτίαν ἀποδοκιμάζει· λέγει δὲ κἀκεῖνος ἑτέραν· ὅτι εἰκὸς τῶν φλεβῶν τινας τῶν πηγαίων, νοτισθείσας διὰ τῆς πλήμης ἔξωθεν, χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν, ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῤεῖθρον εἰς τὴν κρήνην· εἰ δʼ, ὥσπερ Ἀθηνόδωρός φησιν, εἰσπνοῆ τε καὶ ἐκπνοῇ τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις ἔοικεν, εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων, ἃ κατʼ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν (ὧν δὲ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν ), κατʼ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος. Καὶ συνεξαίροντα μέν ἐκείνην, ὥστε πλημμυρεῖν, ὅταν οἶον ἡ ἐκπνοή γίνηται, τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον· πάλιν δʼ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον, ὅταν κἀκείνη λάβῃ τήν ἀναχώρησιν.
Ὅτι φησὶ Ποσειδώνιος τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον· τὴν μέν ἡμερήσιον πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς τε καὶ δύσεις, τὴν δὲ μηνιαίαν πρὸς τὰς τῆς σελήνης φάσεις, τὴν δὲ ἐνιαυσίαν πρὸς τὰς τοῦ ἡλίου τροπάς· καθʼ ἡμέραν γὰρ, πρὸς τὴν τῆς σελήνης συμπάθειαν, ὅταν ὑψωθῇ ἀπὸ τοῦ ὁρίζοντος ζῳδίου μέγεθος, ἄρχεσθαί τε διοιδεῖν τὴν θάλατταν καὶ πλημμυρεῖν μέχρι μεσουρανήσεως αὐτῆς· ἐκκλίναντος δέ τοῦ ἄστρου, πάλιν ἀναχωρεῖν κατʼ ὀλίγον, ἕως ἂν ζῴδιον ὑπερέχουσα τοῦ δυτικοῦ ὁρίζοντος τελέως μειωθῇ. Εἶτα ὲν τῇ ῥηχίᾳ ταύτῃ διαμένειν τὸν ὠκεανὸν, ἕως ἡ σελήνη δύνασα ἀποφύγῃ τοῦ ὁρίζοντος πάλιν ζῳδιακὸν ὑπὸ γῆν διάστημα. Εἶτα κατὰ τὸ ὅμοιον σχῆμα, ἕως τοῦ ὑπογείου πλημμυρεῖ·
Ὅτι οὐκ ἔστι πάντων τῶν Κελτῶν « ὁμὸς θρόος οὐδ᾿ ἴα γῆρμς.
Ὅτι αἱ Ἄλπεις, ἀπὸ τῆς Λιγυστικῆς ἀρξάμεναι θαλάσσης, ἐπὶ τὰς τοῦ Ῥήνου διήκουσιν ἐκβολάς.
Ὅτι τὸ Κέμμενον ὄρος πρὸς ὀρθὰς γωνίας ἐστὶ τῇ Πυρήνῃ, μῆκος ἔχον περὶ στάδια β, καὶ παύεται περὶ Λούγδουνον πόλιν πρὸς ἀνατολάς. Οἱ δὲ τῆς τε Πυρήνης καὶ τῶν Κεμμένων πρὸς βορρᾶν οἰκοῦντες ἕως τοῦ ὠκεανοῦ Ἀκυϊτανοὶ καλοῦνται, ἀφοριζόμενοι τῷ Λίγειρι ποταμῷ ἀπὸ Λουγδουνησίας.
Ὅτι πᾶσα σχεδὸν ἡ Κελτικὴ ποταμοῖς ἐστι κατάρρυτος. Οὕτως δὲ οἱ ποταμοὶ. εὐφυῶς κεῖνται, ὥστε ἀπὸ τοῦ ὠκεανοῦ εἶς τὴν ἔσω θάλασσαν καὶ ἔμπαλιν τὰ φορτία διὰ τῶν ποταμῶν οἱ ἔμποροι διαβιβάζουσιν, ὀλίγων τινῶν χωρίων πεζῇ κομίζεσθαι ἀναγκαζόντων. Ἔστι δὲ καὶ πολυανθρωποτάτη ἡ Κελτικὴ καὶ εὔφορος περὶ δὲ Νάρβωνα καὶ τὴν παραλίαν αὐτῆς ἕως τῶν Κεμμένων ἐλαιόρυτός ἐστι, τὰ δὲ πρὸς βορρᾶν προϊόντα ἐκ τοῦ κατ᾿ ὀλίγον ουδὲ ἄμπελον ἔχει.
Ὅτι ἢ Ναρβωνησία παραλληλόγραμμον ἔχει τὸ σχῆμα· ἄν ἡ νοτία θάλασσα καὶ τὸ Κέμμενον ὄρος ἕως τῶν Ἄλπεων αἱ ἀπεναντίον, ἡ δὲ Πυρήνη καὶ αἱ Ἄλπεις αἱ λοιπαὶ δύο ἀπεναντίον· διορίζεται δὲ ἡ Ναρβωνῖτις χώρα ἀπὸ τῆς Ἰταλίας τῷ Οὐάρῳ ποταμῷ, ἀπὸ δὲ τῆς Ἰβηρίας τῷ ἱερῷ τῆς Πυρηναίας Ἀφροδίτης καὶ ἐστι μεταζὺ τοῦ Ἀφροδισίου καὶ τῶν τοῦ Οὐάρου ποταμοῦ ἐκβολῶν ἡ παραλία στάδια βψ΄.
Ὅτι ἡ Μασσαλία, πόλις Ἑλληνικὴ, τοσοῦτον ἦν σώφρων καὶ μετρία, ὥστε καὶ νόμον εἶχον, τὴν μεγίστην προῖκα χρυσίων εἶναι ρ΄, τὴν δὲ ἐσθῆτα χρυ σίων ε΄ καὶ τὸν τῶν γυναικῶν κόσμον ὁμοίως χρυσίων ε΄. Τοσοῦτον δὲ τοὺς λόγους καὶ τὴν φιλοσοφίαν ἔργῳ ἐξήσκησαν, ὥστε τοὺς φιλομαθείᾶ ἐχομένους Ῥωμαίους μὴ εἰς Ἀθήνας, ἀλλ᾿ εἰς Μασσαλίαν πορεύεσθαι. Ἐστι δέ ἡ πόλις Φωκαέων ἀποικία.
Ὅτι μεταξὺ Νάρβωνος καὶ· τοῦ Ἀφροδισίου ἔκρου ἐκ τῆς Πυρήνης ῥεῖ ποταμὸς ὁ Ῥουσκίνων· οὗ πλησίον λίμνη καὶ χωρίον ὕφυδρον, μικρὸν ὑπέρ θαλάττης, ἁλυκίδων μεστὸν, τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον. Δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τρίαιναν εἰς ὕδωρ ἰλυῶδες, ἔστι περιπεῖραι τὸν ἰχθὺν, ἀξιόλογον τὸ μέγεθος. Τρέφεται δ᾿ ὑπὸ τῆς ἰλύος, καθάπερ αἱ ἐγχέλυες.·
Ὅτι μεταξὺ Μασσαλίας καὶ τῶν Ῥοδανοῦ ἐκβολῶν ποταμοῦ ἐστι πεδίον διέχον τῆς θαλάσσης στάδια ρ΄· τοσοῦτον δὲ καὶ τὸ διάμετρον, κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος· μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν, ὑποπεφυκυῖαν ἐχόντων αὐτοῖς ἄγρωστιν, ἀφ᾿ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσῳ δ᾿ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες. Ἀριστοτέλης μέν οὖν φησιν ὑπὸ σεισμῶν, τῶν καλουμένων βραστῶν, ἐκπεσόντας τοὺς λίθους εἰς τήν ἐπιφάνειαν, συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς πλείους μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας. Καὶ ἔστιν ἑκάτερος τῶν λόγων πιθανός· ἀνάγκη γὰρ τοὺς οὕτως συνεστῶτας λίθους (οὐ καθ᾿ αὐτοὺς,) ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν, ἢ ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι.
Ὅτι οἱ Σάλυες οἰκοῦσι μεταξὺ Ῥοδανοῦ ποταμοῦ καὶ Δρυεντία ποταμοῦ ἐπὶ στάδια πεντακόσια.
Ὅτ οἱ πλησίον Καππαδοκίας Γαλάται Κελτῶν εἰσιν ἄποικοι.
Ὅτι ἐν τῆ Ἀκυϊτανίᾶ τῆς Κελτικῆς, ἥν ἔχουσι Τάρβελλοι, μέταλλά ἐστι χρύσεα σπουδαιότατα πάντῶν· ἐν γὰρ βόθροις ὁρυχθεῖσιν ἐπὶ μικρὸν εὑρίσκονται καὶ χειροπληθεῖς χρυσίου πλάκες, ἐσθ᾿ ὅτε μικρᾶς ἀποκαθάρσεως δεόμεναι· τὸ δὲ λοιπὸν ψῆγμά ἐστι καὶ βῶλοι, καὶ αὐταὶ κατεργασίαν οὐ πολλὴν ἔχουσαι. Ἡ δὲ μεσόγειος καὶ ὀρεινὴ βελτίω γῆν ἔχει.
Ὅτι τὸ σύμπαν ἔθνος, ὃ νῦν Κελτικόν τε καὶ Γαλατικὸν καὶ Γαλλικὸν καλεῖται, ἀρειμάνιόν τε ἐστι καὶ θυμικὸν καὶ μάχιμον καὶ μᾶλλον ἱππικῇ μάχῃ εὐδοκιμοῦν, καὶ τὸ κράτιστον Ῥωμαίοις ἱππικὸν οὗτοι παρέχουσιν. Εἰσὶ δέ τοῖς τρόποις ἁπλοῖ καὶ οὐ κακοήθεις, εἰς δὲ τὸ διεγερθῆναι πρὸς πόλεμον ἑτοίμως ἐρεθίζονται,
Ὅτι τῶν Γαλατῶν οἱ Βέλγαι ἀνδρειότατοί εἰσιν, εἰς ιε΄ ἔθνη διηρημένοι· οἰκοῦσι δὲ μεταξὺ τοῦ Ῥήνου καὶ τοῦ Λίγειρος παρωκεανῖται ὄντες. Καί εἰσιν οὗτοι τοῖς Γερμανοῖς γείτονες καὶ τὴν ἄλλην δίαιταν ὅμοιοί. Καὶ διὰ τὴν τῶν γυναικῶν εὐτεκνίαν εἰς λ΄ μυριάδας τὸ τῶν Βελγῶν ἐξητάζετο μάχιμον πλῆθος. Σαγηφοροῦσι δὲ καὶ κομοτροφοῦσι καὶ χαμαιεῦναί εἰσι καὶ κρεωφάγοι καὶ γαλακτοπόται· καὶ ἡ χώρα κτηνοτρόφος συσὶ καὶ προβάτοις. Ἀντὶ δὲ χιτώνων σχυ στοὺς χειριδωτοὺς φοροῦσι μέχρι γλουτῶν καὶ αἰδοίων. Ἡ δ᾿ ἐρέα αὐτοῖς τραχεῖα μέν, μακρόμαλλος δὲ, ἀφʼ ἧς τοὺς δασεῖς σάγους ἐξυφαίνουσι καὶ τῇ Ἰταλίᾳ πάσῃ χορηγοῦσιν ἐπ᾿ ἐμπορείᾳ, καὶ τὰ ἐκ τῶν συῶν ταρίχη. Ὁπλισμὸς δὲ μάχαιρα μακρὰ, παρηρτημένη παρὰ τὸ δεξιὸν πλευρὸν, καὶ θυρεὸς μακρὸς καὶ λόγχαι κατὰ λόγον καὶ μάδαρις, παλτοῦ τι εἶδος. Ἔστι δέ τι καὶ γρόσφῳ ἐοικὸς ξύλον, ἐκ χειρὸς, οὐκ ἔξ ἀγκύλης, ἀφιέμενον, τηλεβολώτερον καὶ βέλους, ᾧ μάλιστα καὶ πρὸς τὰς τῶν ὀρνέων χρῶνται θήρας. Αἱ δὲ ὅες αὐτοῖς καὶ ἀγραυλοῦσιν, ὕψει καὶ τάχει καὶ ἀλκῇ διαφέρουσαι· κίνδυνος δʼ ἐστὶ τῷ ἀήθει προσιόντι ταύταις, ὡσαύτως καὶ λύκῳ.
Ὅτι παρὰ πᾶσι Κελτοῖς τρία γένη ἔντιμα αὐτοῖς ἐστι μάλιστα· Βάρδοι τε, ποιηταὶ ὄντες ὕμνων, καὶ Οὐάται, ἱεροποιοὶ καὶ φυσιολόγοι, καὶ Δρυίδαι οἳ πρὸς τῇ φυσιολογίᾳ καὶ τὴν ἠθικὴν φιλοσοφίαν ἀσκοῦσι, δικαιότατοι νομιζόμενοι. Ἀφθάρτους δὲ τὰς ψυχὰς οὗτοι λέγουσιν εἶναι καὶ τὸν κόσμον, ἐπικρατήσειν δέ ποτε καὶ πῦρ καὶ ὕδωρ. Τῷ δὲ ἁπλῷ καὶ θυμικῷ πολὺ τὸ ἀνόητον καὶ ἀλαζονικὸν πρόσεστι τοῖς Γάλλοις καὶ τὸ φιλόκοσμον, χρυσοφοροῦσι γὰρ, περὶ μέν τοῖς τραχήλοις στρεπτὸν, περὶ δὲ τοῖς βραχίοσι καὶ τοῖς καρποῖς ψέλια· καὶ ἐσθῆτες αὐτοῖς τοῖς ἄρχουσι χρυ σόπαστοι. Καί εἰσιν ἀφόρητοι μέν νικῶντες, ἡττηθέντες δὲ ἔκπληκτοι.