Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι, Ἵππαρχός φησι κατὰ τὸν Βορυσβένη καὶ τὸ ζ΄ κλίμα ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραογέζεσθαι τὸ τοῦ ἡλίου φῶς, περιιστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τήν ἀνατολήν· ταῖς δὲ χειμεριναῖς τροπαῖς τὸ πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πτῆχεις θ΄, ἐν δὲ Βρετανίαις περὶ πήχεις δ΄, ἔνθα καὶ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστιν ἰσημσρινῶν ιθ΄.

Ὅτι παρʼ Ὁμήρῳ αἱ ε’ πτύχες τῆς τοῦ Ἀχιλλέως ἀσπίδος τὰς ε’ τῆς ἀπάσης γῆς ζώνας αἰνίττονται· ἡ μέν χρυσῆ τὴν ἀμφίσκιον, ἥτις ἐστὶ μεταξὺ τῶν τροπικῶν· αἱ δὲ δύο κασσιτέριναι τὰς δύο περισκίους, αἵπνές εἰσιν ὑπὸ τοὺς πόλος· αἱ δὲ δύο χαλκαῖ τὰς δύο ἑτεροσκίους, αἵτινές εἰσιν ἥ τε ἡμετέρα οἰκουμένη πρὸς βορρᾶν καὶ ἡ τῶν ἀντοίκων ἡμῶν πρὸς νότον.

Ὅτι Πυθέας καὶ Εὐήμερος καὶ Ἀνππιφάνης ψεῦσται γεωγράφοι.

Ὅτι οἱ τὸ μῆκος τῆς οἰκουμένης ἀφορίζοντες μεσημβρινοί εἰσιν, οὐχὶ δὲ ἀνατολαὶ καὶ δύσεις· τὸ δὲ πλάτος οἱ παράλληλοι.

Ὅτ ἡ Κάλπη ὄρος έσττὶν Ἰβηρίας, ἔνθα ἡ ἑτέρα τῶν Ἡρακλέους Στηλῶν, πολλῷ τῆς νήσου τῶν Γαδείρων ἀνατολικωτέρα.