Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὰ ἔσπέρια μέρη τῆς Πυρήνης ἀντίκεινται πρὸς νότον τοῖς ἑσπερίοις μέρεσι τῆς μεγάλης Βρετανίας.

Ὅτι ἡ μὲν Εὐρώπη πολυσχημονεστάτη ἐστὶν, ἡ δὲ Λιβύη ἀπλοσχήμων, ἡ δὲ Ἀσία μεταξὺ ἀμφοῖν· τοῦτο δὲ γίνεται διὰ τοὺς αἰγιαλούς.

Ὅτι ὁ κατὰ Στήλας πορθμὸς τὸ μέν πλάτος ἔχει σταδίους ο τὸ στενώτατον, τὸ δὲ μῆκος σταδίους ἑκατὸν εἴκοσι.

Ὅτι ἡ Ἰβηρική θάλασσα περιορίζεται ἀπὸ μὲν νότου τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἀπὸ δὲ βορρᾶ τῇ τῆς Ἰβηρίας παραλίᾳ καὶ Κελτικῆς μέχρι Σικελίας. Τῆς δὲ Σικελίας ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ πορθμὸς σταδίων ἐστὶ ζ΄, ὁ δὲ ἐπὶ τὴν μικρὰν Σύρτιν σταδίων ,α φ΄. Καὶ ἀπὸ Γαδείρων ἕως Σικελίας, διὰ μέσου τοῦ πελάγους, ἡ γραμμή ἡ διὰ Ῥόδου γραφομένη καὶ Ἰσσικοῦ κόλπου σταδίων ἐστὶ μυρίων ,β, τὸ δὲ πλάτος τοῦ πελάγους τούτου ἀπὸ Μασσαλίας ἕως Σίσαρος, ποταμοῦ Λιβυκοῦ, ὅπερ ἐστὶ μέγιστον, στάδιοι ,ε.

Ὅτι τὸ πρὸς νότον τοῦ Ἰβηρικοῦ πελάγους πέλαγος, ἕως Κυρήνης, Λιβυκὸν καλεῖται· τὸ δὲ πρὸς ἀνατολὰς τὸ μὲν Λιγυστικὸν, τὸ δὲ Σαρδῷον, τὸ δὲ Τυρρηνικόν.

Ὅτι τοῦ Ἰονίου κόλπου τὸ μὲν μῆκος στάδια ,ε, τὸ δὲ πλάτος ,α β΄.

Ὅτι ἀπὸ Παχύνου ἕως Κρήτης καὶ τῶν δυτικῶν αὐτῆς μερῶν, καὶ ἕως Ταινάρου τῆς Πελοποννήσου, ἶσον ὺπάρχον, στάδιοι τετρακισχίλιοι πεντακοσιοι.

Ὅτι τὸ Μυρτῷον πέλαγος μεταξὺ κεῖται Κρήτης τε καὶ Ἀττικῆς καὶ τῆς Ἀργείας, πλάτος ἔχον τὸ μέγιστον, τὸ ἀπὸ τῆς Ἀττικῆς, σταδίων ,α σ΄, μῆκος δὲ ἔλαττον ἢ διπλάσιον· ἐν ᾧ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ Αἴγινα καὶ τῶν Κυκλάδων νήσων τινές. Τῷ δὲ συνεχές ἐστι τό τε Αἰγαῖον σὺν τῷ Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ τὸ Ἰκάριον καὶ τὸ Καρπάθιον μέχρι Ῥόδου καὶ Κρήτης καὶ Κύπρου. Τὸ δὲ Ἀσιατικὸν πέλαγος ἔχει τάς τε Κυκλάδας νήσους καὶ Σποράδας. καὶ τὰς προκειμένας Καρίας τε καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι Τρωάδος, καὶ τὰς πρὸ τῆς Ἑλλάδος καὶ Μακεδονίας ἀπὸ Εὐβοίας μέχρι Ἴμβρου καὶ Σαμοθρᾴκης.

Ὅτι οἱ περὶ τὰ Γάδειρα καὶ Ἄβυδον πορθμοὶ ἑπταστάδιοί εἰσιν· ὁ δέ περὶ τὸ Βυζάντιον τετραστάδιος.

Ὅτι δύο Κόρκυραί εἰσιν, ἥ τε τῶν Φαιάκων ἀντιπέραν Βοοθρωτοῦ καὶ ἡ Μέλαινα ἀντιπέραν πρὸς

540
δύσιν καὶ βορρᾶν τῶν τοῦ Δρίλωνος ποταμοῦ ἐκβολῶν καὶ ἔστιν αὔτη ἐν τῷ Ἰονίῳ κόλπῳ.

Ὅτι ἡ Εὐρώπη ἔχει πολὺ τὸ σοφὸν καὶ ἔντεχνον τοῦ βίου, καθάπερ Ἕλληνες καὶ Μακεδόνες καὶ Ῥωμαῖοι. Ἔχει δὲ καὶ τὸ ἐν τῇ ὀρεινῇ αὐτῆς μάχιμεον γινόμενον, καὶ τὸ ἐν τῇ πεδιάδι εὔφορον καὶ κάρπιμον. Καὶ διὰ τοῦτο ἀρίστη ἐστὶ τῶν ἄλλων γαιῶν, καὶ ἔτι διὰ τὰ μέταλλα.

Ὅτι οἱ Λίγυες οὐκ εἰσὶ μὲν Κελτικὸν ἔθνος, παραπλήσιον δʼ αὐτοῖς τῷ βίῳ. Νέμονται δὶ μέρος ὄων Ἄλπαων, τὸ συνάπτον τοῖς Ἀπεντίνοις ὄρεσι· μόρος δὲ καὶ τῶν Ἀπεννίνων κατέχουσιν.

Ὅτι τὴν Ἰταλίαν ποιεῖ χερρόνησον τσό τε Τυρρηνικὸν πέλαγος, ἀρξάμενον ἀπὸ τοῦ Λιγγυστκεῦ, καὶ τὸ Αὐσόνιον καὶ ὁ Ἀδρίας.

Ὅτι κατὰ Ἵππαρχον (καὶ) ἡ μία μοῖρα τοῦ εὐρανοῦ, τοῦτʼ ἔστι τὸ τξ΄ τοῦ ὄλου κύκλου μεγίστον, cτάδια ἀπολαμβάνει ἐπὶ τῆς γῆς ψ΄.

Ὅτι τῆς Ἰβηρίας τὸ μίν μῆκος σταδίων ,ς, τὸ δὶ πλάτος ,ε τὸ μέγιστον. Ταύτης δὲ τὸ μέν πλεῖστον μέρος, καὶ μάλιστα τὸ βόρειον, τραχὺ καὶ λεπτόγεων καὶ δρυμῶδες καὶ ὀλιγόκαρπογ καὶ κρυμῶδες· τὸ δὲ νότιον, καὶ μάλιστα τὸ ἔξω Στηλῶν, ἄριστον καὶ σὺν εὐδαιμονία οἰκούμενον.

Ὅτι τὸ στενώτερον μέρος τῆς τε Ἰβηρίας καὶ τῆς Κελτικῆς περὶ τὴν Πυρήνην ἐστί. Κόλποι γὰρ γένονται ἔκ τε τοῦ ὠκεανοῦ καὶ τῆς ἔσω θαλάσσης ἐνταῦθα.

Ὅτι πρὸς δύσιν προύχει τὰ περὶ τὸ Ἰερὸν ἄκρον τῆς Ἰβηρίας τῶν Λιβυκῶν περάτων σταδίοις αφ΄· καὶ ἔοικε νκΐ τὸ ἄκρον, περὶ αὐτὸ ἔχον γ’ νησίδια· ὧν τὸ μὲν ἐμβόλου τάξιν ἔχει, τὰ δὲ ἐπωτίδων.

Ὅτι ὁ Ἄνας ποταμὸς καὶ ὁ Τάγος, ἐκ τῶν ἑῴων ὁρμώμενοι μερῶν, ἐκδιδοῦσιν, ὁ μέν εἰς τὸν δυτικὸν ὠκεανὸν, ὁ δ Ἄνας πρὸς νότον τοῦ Ἱεροῦ ἄκρου. Καὶ ἔστιν ἡ μεσοποταμία αὕτη ἡ περιέχουσα τὸ Ἱερὸν ἔκρον εὐδαίμων μετρίως· ἡ δʼ ἐφεξῆς χώρα ἐπὶ τὴν ἔσω θέλασσαν ὑπερβολήν οὐκ ἀπολείπει εὐδαιμονέας, πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην, τῶν τε ἐκ γῆς καὶ θαλάσσης ἀγαθῶν. Ταύτην δʼ ὁ Βαῖτις διαρρεῖ ποταμὸς ἐξ ἀνατολῶν ὁρμώμενος, καὶ καλεῖται

541
Βαιτική· ἣν οἰκοῦσι Τοωρδητανοὶ, σοφώτατοι τῶν Ἰβήρων ὄντες καὶ γραμματικήν τέχνην καὶ ποιητὰς καὶ ἱστορικοὺς, ὥς φασιν, ἐπὶ τῶν τοῦ Στράβωνος χρόνων ἐτῶν Ϛ ἔχοντες. Ἀλλὰ καὶ οἱ ἄλλοι Ἴβηρες, οὐχ ὁμόγλωσσοι ὄντες, γραμματικαῖς χρῶνται τέχναις ἕκαστοι κατὰ ἰδίαν γλῶσσαν.

Ὅτι τὰ Γάδειρα ἀπέχει τῆς Βαιτικῆς τοῦ αἰγιαλοῦ στάδια ψν΄.

Ὅτι λέγουσιν οἱ περὶ τὴν Βαιτικὴν Ἴβηρες ἀναχύσεις τὰς πληρουμένας τῇ θαλάττῃ ἐν ταῖς πλημμυρίσι κοιλάδας καὶ ποταμεῶν δέκην εἰς τὴν μεσόγαιαν ἀνέπλους ἐχούσας.