Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι, τμηθείσης τῆς ὅλης γῆς ὑπό τε τοῦ ἰσημερινοῦ καὶ τοῦ παραλλήλου τούτῳ ἀρκτικοῦ κύκλου πρὸς βορρᾶν, γίνεται τὸ σχῆμα σπόνδυλος οὖ τμηθέντος διὰ τοῦ κύκλου τοῦ ἀφορίζοντος τό τε δυσμικώτατον καὶ ἀνατολικώτατον μέρος τῆς οἰκουμένης, ὅσπερ ἐστὶ κύκλος μεσημβρινὸς, γίνεται τὸ περιλειπόμενον σχῆμα ἥμισυ σπονδύλου· οὗ ἡ ἐπιφάνεια, χλαμυδοειδὴς οὖσα, ποιεῖ τήν καθʼ ἡμᾶς οἰκουμένην, περικλυζομένην τῷ Ἀτλαντικῷ πελάγει, ἤτοι νήσου δίκην ἢ κατὰ τὸ πλεῖστον μέρος περικλυζομένην.
Ὅτι τὸ τῆς οἰκουμένης μῆκος στάδιά ἐστι μυριάδες ζ΄, τὸ δὶ πλάτος αὐτῆς μυριάδες σταδίων γ΄, φοριζόμενον ὑπὸ τῶν διὰ καῦμα καὶ ψῦχος ἀοικήτων. Τὸ μὲν οὖν διὰ καῦμα ἀοίκητον τῆς οἰκουμένης μέρος πλάτος ἔχει στέδια ηω΄, μῆκος δὲ τὸ μέγιστον μυριάδων ιβ΄ ,Ϛ σταδίων, ὅπερ ἐστὶν ἥμισυ τοῦ ἰσημερινοῦ.
Ὅτι κατὰ Ἐρατοσθένην ἡ τῆς γῆς περίμετρος στάδιά εἰσι μυριάδες κε΄ β· ὧν τὸ ἑξηκοστὸν μέρος γίνεται δσ σταδίων.
Ὅτι κατὰ Στράβωνα τὸ νότιον πέρας τῆς καθʼ ἡμᾶς οἰκουμένης ἀφορίζεται ὑπὸ παραλλήλου τῷ ἰσημερινῷ, γραφομένου διὰ Βλεμμύων καὶ Νουβῶν, ὅστις ἀπὸ τοῦ ἰσημερινοῦ ἀπέχει μοίρας ί ἔγγιστα πρὸς βορρᾶν. Καὶ ἀπὸ τούτου τοῦ παραλλήλου πρὸς μὲν τὸν ἰσημερινὸν στάδια ,ηώ· πρὸς δὲ τὸν διὰ Μερόης παράλληλον στάδια ,γ· πρὸς δὲ τὸν διὰ Συήνης ἀπὸ Μερόης στάδια ,ε, καὶ ἕτερα τοσαῦτα ἀπὸ τοῦ διὸ
Τῆς οἰκουμένης πλάτος στάδια μύρια γ΄ ἔγγιστκ. ν μ σ α ρ β β β ο ε υ λ ο υ ο ο τ γ ο ε η ε ε χ δ δʼ ζ γω ρ δ ρ ι ο α υ o ζ κ α ς ν σ ι ν ν τ ο ο π ζ ι ι ν
Ὅτι τὸ τῆς οἰκουμένης διάστημα κατὰ μῆκος μέν ἔχει στάδια μύρια ---, κατὰ πλάτος δέ ,βψμ ⋆στάδια.
Ὅτι, δεῖ τὸν ἐπὶ σφαιρικῆς ἐπιφανείας βουλόμενον τὴν οἰκουμένην καταγράφειν μὴ μείονα ποιεῖν σφαῖραν ἔχουσαν τὴν διάμετρον ποδῶν εἰ δʼ ὲπὶ ἐπιπέδου, μὴ ἐλάσσονα ποδῶν ζ΄.
Ὅτι, Στράβων αὐτοψίᾳ εἶδε τῆς οἰκουμένος, κατὰ μὲν μῆκος, τὰ ἀπὸ Ἀρμινίας ἕως Σαρδοῦς, κατὰ δὲ πλάτος, τὰ ἀπὸ τοῦ Ευξείνου πόντου μέχρι τῶν τῆς Αἰθιοπίας ὁρίων.
Ὅτι ἡ ὄψις, κὰν τοῖς ἄλλοις πλεονεκτῇ τὴν ἀκοὴν, ἀλλʼ οὖν εἰς ἐπιστήμην πολὺ αὐτῆς ἐλλείπει· ἀμέλει τὰ πολλὰ τῶν ἐν γεωγραφίᾳ θεωρουμένων ἀκοῇ ἴσμεν.
Ὅτι κατὰ Στράβωνα τὸ τῆς οἰκουμένης πλάτος ὁρίζεται τῷ τοῦ μεσημβρινοῦ μεγέθει τοῦ γραφομένουδιὰ τῆς Κινναμωμοφόρου καὶ Μερόης καὶ Συήνης καὶ Ἀλεξανδρείας καὶ Ῥόδου καὶ Βυζαντίου καὶ Βορυσθένους καὶ τοῦ διὰ τῆς Ἰέρνης, νήσου Βρετανικῆς, παραλλήλου· τὸ δὲ μῆκος τῷ μεγέθει τοῦ παραλλήλου τοῦ γραφομένου διά τε Στηλῶν καὶ Σικελίας καὶ Πελοποννήσου καὶ Ῥόδου καὶ Κύπρου καὶ Ἰσσικοῦ κόλπου καὶ Ἀρμενίας καὶ Μηδίας μέσης καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως ἕως τῆς Ἰνδικῆς θαλάσσης. Καὶ ἔστι τὸ σχῆμα τοῦτο χλαμυδοειδὲς, πλατὺ μὲν ἔχον τὸ νότιον πλευρὸν, στενὸν δὲ τὸ βόρειον, τὸ δὲ ἀνατολικὸν τῷ δυτικῷ ἴσον.
Ὅτι τὰ Ἄρταβρα λιμήν ἐστι τῆς Ἱσπανίας, ἀπέναντι τῶν Κασσιτερίδων.
Ὅτι κατὰ Στράβωνα ἡ δυτικὴ πλευρὰ τῆς Μαυριτανίας ἡ παρωκεανῖτις, ἀρξαμένη ἀπὸ Στηλῶν καὶ πρὸς ἀνατολὰς καὶ ωότον κλίνουσα, καταλήγει εἰς τὸν διὰ Καρχηδόνος μεσημβρινὸν τἰς Κινναμωμοφόρου
Ὅτι τὰ ἔσπέρια μέρη τῆς Πυρήνης ἀντίκεινται πρὸς νότον τοῖς ἑσπερίοις μέρεσι τῆς μεγάλης Βρετανίας.
Ὅτι ἡ μὲν Εὐρώπη πολυσχημονεστάτη ἐστὶν, ἡ δὲ Λιβύη ἀπλοσχήμων, ἡ δὲ Ἀσία μεταξὺ ἀμφοῖν· τοῦτο δὲ γίνεται διὰ τοὺς αἰγιαλούς.
Ὅτι ὁ κατὰ Στήλας πορθμὸς τὸ μέν πλάτος ἔχει σταδίους ο τὸ στενώτατον, τὸ δὲ μῆκος σταδίους ἑκατὸν εἴκοσι.
Ὅτι ἡ Ἰβηρική θάλασσα περιορίζεται ἀπὸ μὲν νότου τῇ Λιβυκῇ παραλίᾳ μέχρι Καρχηδόνος, ἀπὸ δὲ βορρᾶ τῇ τῆς Ἰβηρίας παραλίᾳ καὶ Κελτικῆς μέχρι Σικελίας. Τῆς δὲ Σικελίας ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ πορθμὸς σταδίων ἐστὶ ζ΄, ὁ δὲ ἐπὶ τὴν μικρὰν Σύρτιν σταδίων ,α φ΄. Καὶ ἀπὸ Γαδείρων ἕως Σικελίας, διὰ μέσου τοῦ πελάγους, ἡ γραμμή ἡ διὰ Ῥόδου γραφομένη καὶ Ἰσσικοῦ κόλπου σταδίων ἐστὶ μυρίων ,β, τὸ δὲ πλάτος τοῦ πελάγους τούτου ἀπὸ Μασσαλίας ἕως Σίσαρος, ποταμοῦ Λιβυκοῦ, ὅπερ ἐστὶ μέγιστον, στάδιοι ,ε.
Ὅτι τὸ πρὸς νότον τοῦ Ἰβηρικοῦ πελάγους πέλαγος, ἕως Κυρήνης, Λιβυκὸν καλεῖται· τὸ δὲ πρὸς ἀνατολὰς τὸ μὲν Λιγυστικὸν, τὸ δὲ Σαρδῷον, τὸ δὲ Τυρρηνικόν.
Ὅτι τοῦ Ἰονίου κόλπου τὸ μὲν μῆκος στάδια ,ε, τὸ δὲ πλάτος ,α β΄.
Ὅτι ἀπὸ Παχύνου ἕως Κρήτης καὶ τῶν δυτικῶν αὐτῆς μερῶν, καὶ ἕως Ταινάρου τῆς Πελοποννήσου, ἶσον ὺπάρχον, στάδιοι τετρακισχίλιοι πεντακοσιοι.
Ὅτι τὸ Μυρτῷον πέλαγος μεταξὺ κεῖται Κρήτης τε καὶ Ἀττικῆς καὶ τῆς Ἀργείας, πλάτος ἔχον τὸ μέγιστον, τὸ ἀπὸ τῆς Ἀττικῆς, σταδίων ,α σ΄, μῆκος δὲ ἔλαττον ἢ διπλάσιον· ἐν ᾧ νῆσοι Κύθηρά τε καὶ Καλαυρία καὶ Αἴγινα καὶ τῶν Κυκλάδων νήσων τινές. Τῷ δὲ συνεχές ἐστι τό τε Αἰγαῖον σὺν τῷ Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ τὸ Ἰκάριον καὶ τὸ Καρπάθιον μέχρι Ῥόδου καὶ Κρήτης καὶ Κύπρου. Τὸ δὲ Ἀσιατικὸν πέλαγος ἔχει τάς τε Κυκλάδας νήσους καὶ Σποράδας. καὶ τὰς προκειμένας Καρίας τε καὶ Ἰωνίας καὶ Αἰολίδος μέχρι Τρωάδος, καὶ τὰς πρὸ τῆς Ἑλλάδος καὶ Μακεδονίας ἀπὸ Εὐβοίας μέχρι Ἴμβρου καὶ Σαμοθρᾴκης.
Ὅτι οἱ περὶ τὰ Γάδειρα καὶ Ἄβυδον πορθμοὶ ἑπταστάδιοί εἰσιν· ὁ δέ περὶ τὸ Βυζάντιον τετραστάδιος.