Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι Ἵππαρχος καὶ Θεοδόσιος καὶ οἱ τούτου παῖδες μαθηματικοὶ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς Βιθυνοὶ ἦσαν.

Ὅτι οἱ ἐν Ἀσίᾳ Γαλάται μέτοικοί εἰσι τῶν Κελτικῶν Γαλατῶν καὶ ἐπεραιώθησαν εἰς τὴν Ἀσίαν, Αεοννορίου τινὸς ἡγουμένου αὐτῶν.

Ὅτι μετὰ τὴν Γαλατίαν πρὸς νότον ἡ λίμνη ἐστὶν ἡ Τάττα, παρακειμένη τῇ μεγάλῃ Καππαδοκίᾳ, μέρος οὖσα τῆς μεγάλης Φρυγίας καὶ ἡ συνεχής ταύτῃ μέχρι τοῦ Ταύρου ὄρους. Ἡ δὲ Τάττα λίμνη ἁλοπήγιόν ἐστιν αὐτοφυές. Οὕτως δὲ περιπήττεται ῥᾳδίως τὸ ὕδωρ παντὶ τῷ βαπτισθέντι εἰς αὐτὸ, ὡς στεφάνους ἀλῶν ἀνέλκουσιν, ἐπειδὰν καθῶσι κύκλον σχοίνινον· τά τε ὄρνεα ἁλίσκεται τὰ προσαψάμενα τῷ πτερώματι τοῦ ὕδατος, παραχρῆμα πίπτοντα διὰ τὴν περίπηξιν τῶν ἁλῶν.

Ὅτι τὰ Ἴσαυρα πόλις ἐστὶν, ἀφʼ ἧς καὶ ἡ χώρα Ἰσαυρία καὶ τὸ ἐθνικὸν Ἰσαυρεύς.

Ὅτι τὰ περὶ Σίπυλον χωρία Φρυγία ἐκαλεῖτο τὸ πρίν· καὶ τὸν Τάνταλον καὶ Πέλοπά φασι Φρύγας εἶναι κοί τὴν Νιόβην. Ἡ γὰρ Περγαμηνὴ καὶ Ἐλαῦτις, καθʼ ἣν ὁ Κάϊκος ποταμὸς ῥεῖ, καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ ὁ Τήλεφος ᾤκει ποτὲ, ἀνὰ μέσον ἐστὶ τοῦ τι Ἑλλησπόντου καὶ τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπʼ αὐτῷ χώραν.

Ὅτι τοὺς Μυσοὺς οἱ μὲν ἀποίκους φασὶν εἶναι τῶν Σκυθικῶν Μυσῶν· οἱ δὲ, ὅτι κατὰ τὴν τῶν Λυδῶν γλῶσσαν ἡ ὀξύα τὸ δένδρον μυσὸς καλεῖται· γίνεσθαι οὖν περὶ τὸν Μύσιον Ὄλυμπόν φασι πολλὴν τὴν ὀξύαν· καὶ διὰ τοῦτο Μυσοὶ καλοῦνται.

Ὅτι Μίλητος ἡ ἐν Καρίᾳ ἄποικός ἐστι τῆς ἐν Κρήτῃ Μιλήτου.

Ὅτι ὁ Πανδίονος Λύκος, κτίσας Σολύμους, ὠνόμασε Λυκίαν τὴν χώραν.

605

Ὅτι Βιθυνοὶ ἀρκτικοὶ κεῖνται παρὰ τὸν Ὅλυμπον καὶ Μυγδόνες καὶ Δολίονες· τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι. Δολίονες δέ εἰσιν οἱ περὶ Κύζικον ἀπὸ Αἰσήπου ποταμοῦ ἕως Ῥυνδάκου ποταμοῦ καὶ τῆς Δασκυλίτιδος λίμνης· Μυγδόνες δὲ οἱ ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλεανῶν χώρας τῆς Ἀπαμέων. μέων.

Ὅτι τῆς Δασκυλίτιδος λίμνης ὑπέρκεινται δύο ἄλλαι λίμναι, ἢ τε Ἀπολλωνιᾶτις κοὶ ἡ Μιλητοπολῖτις.