Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι οἱ νῦν Χαλδαῖοι Χάλυβες πρὶν ὠνομάζοντο.

Ὅτι Στράβων ἀγωνίζεται ἐξηγεῖσθαι τὰ Ὁμηρικὰ ἔπη ταῦτα· « Αὐτὰρ Ἀλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον, Τηλόθεν ἐξ Ἀλύβης· » ὡς ὅτι Ἀλιζῶνες οὗτοί εἰσιν οἱ νῦν περὶ τήν Τραπεζοῦντα οἰκοῦντες Χαλδαῖοι· οἳ πρὶν μὲν Χάλυβες ἐκαλοῦντο, ἔτι δὲ πρότερον Ἄλυβες, ὡς ἔφη Ὅμηρος· « τηλόθεν ἐξ Ἀλύβης· » ἔτι δὲ πρότερον Ἀλιλξῶνες. Καὶ γὰρ ὁ χρόνος ῥέων εἴωθεν τὰς τῶν ἐθνῶν κλήσεις μετασχηματίζειν· Σίντιες μὲν γὰρ ἐκαλεῖτο ἔθνος Θρᾳκικὸν τὸ τὴν Λῆμνον οἰκῆσαν, εἶτα Σίντοι, εἶτα Σάιοι, ὡς Ἀρχίλοχος· « ἀσπίδα μὲν Σαΐων τις ἀνείλετο· » εἶτα Σάπαι, νῦν περὶ τὰ Ἄβδηρα πόλιν οἰκοῦντες. Πάλιν Βρύγοι, Βρέγες, Βρύγες, Φρύγες οἱ αὐτοί· πάλιν Μαίονες, Μῄονες. Οὕτως οὖν Χαλδαῖοι, Χάλυβες, Ἄλυβες· « τηλόθεν ἐξ Ἀλύβης· » καὶ τὸ τηλόθεν προσκείμενον σημεῖον ποιεῖται τούτου. Τινές δὲ περὶ τὴν τοῦ Ῥυνδάκου ποταμοῦ χώραν φασὶ τοὺς Ἀλιζῶνας οἰκεῖν· ἄλλοι περὶ Κύμην τὴν Αἰολικὴν ἢ περὶ τὴν Μυρλεάτιδα γῆν ἢ περὶ τὰ Πύγελα, τῆς Ἐφεσίας ἐγγὺς ἢ Πριήνης.

Ὅτι τὸ « τηλόθεν ἐξ Ἀλύβης » παρέλκειν φασὶν, ὡς τὸ « τῆλ᾿ ἐξ Ἀσκανίης· » καὶ ἐπὶ τοῦ Ἀρωαίου· « τὸ γὰρ θέτο πότηα μήτηρ· » καὶ ἐπὶ τῆς Πηνελόπης· « εἵλετο δὲ κληῖδ᾿ εὐκαμπέα χειρὶ παχείῃ· « καὶ τὸ « οἶωνοῖσί τε πᾶσι· » καὶ « ἐείκοσι πᾶσαι ἐφύσων. »

603

Ὅτι ὁ Πακτωλὸς ποταμὸς καὶ ὁ Ὕλλος εἰς τὸν Ἕρμον ἐμβάλλουσι· γεννῶνται δὲ ἐκ τοῦ Τμώλου ὄρους πλησίον Σάρδεων πόλεως.

Ὅτι ἡ μικρὰ Ἀρμενία ἦρξέ ποτε Τιβαρηνῶν τε καὶ Χαλδαίων καὶ Φαρνακίων, ἀλλʼ ὁ Εὐπάτωρ Μιθριδάτης, τούτους ταπεινώσας, τὴν ἀρχὴν αὐτῶν ἐσφετερίσατο καὶ ἔτι Κόλχων ἦρξιν.

Ὄτι τῇ Φαρνακία συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα· τούτων δʼ ἡ Φανάροια ὑπέρκειται, ἐλαιόφυτος χώρα καὶ εὐδαίμων, μεταξὺ κειμένη Λύκου τε ποταμοῦ καὶ Ἴριδος ποταμοῦ.

Ὅτι ὑπὲρ τὴν Φανάροιαν τὰ Ποντικὰ Κόμανα κεῖται, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ.

Ὅτι διὰ τὸ πλῆθος τῶν ἐν Κορίνθῳ ἑταιρίδων καὶ τὴν εἰς αὐτὰς δαπάνην παροιμία γέγονεν· « οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς· » ἀλλὰ τῶν πλουσίων δηλονότι.

Ὅτι ὁ Ὄλγασσυς ὄρος ἐστὶν ὑψηλότατον, δυσμικώτερον Ἅλυος ποταμοῦ· οὗ ἐγγὺς Δομανῖτίς τε καὶ Βλαηνὴ χώρα. Διὰ δὲ τῆς Δομανίτιδος Ἀμνίας ῥεῖ ποταμὸς, ἔνθα Μιθριδάτης ὁ Εὐπάτωρ τὰς Νικομήδους τοῦ Βιθυνοῦ δυνάμεις ἄρδην ἠφάνισε διὰ τῶν ἑαυτοῦ στρατηγῶν, ὡς πάρεργον τοῦτο πράξας· ὁ δὲ φυγὰς εἰς τὴν Ἰταλίαν ἔπλευσε μετʼ ὀλίγων· ὁ δὲ ἀκολουθήσας τήν τε Βιθυνίαν εἷλεν ἐξ ἐφόδου καὶ τὴν Ἀσίαν κατέσχε μέχρι Καρίας καὶ Λυκίας.

Ὅτι περὶ Πιμόλισσαν καὶ Πομπηιόπολιν ὄρος ἐστὶ τὸ Σανδαρακούργιον, κοῖλον ἐκ τῆς μεταλλείας. ἐκ διωρύχων μεγάλων· ἔνθα διὰ τὸ νοσῶδες καὶ λοιμικὸν τοῦ ὀρυττομένου χώρου καὶ ἀέρος, πολλῶν φθειρομένων ἐκ τῶν νόσων, ἠμελήθη τὸ μέταλλον.

Ὅτι ἡ περὶ Νίκαιαν πόλιν λίμνη Ἀσκανία καλεῖται καὶ ἡ χώρα.

Ὅτι τὴν Βιθυνίαν ὁρίζει ὁ Σαγγάριος ποταμὸς καὶ ἡ Ποντικὴ παραλία ἕως τοῦ στόματος καὶ Χαλκηδόνος, ἀπὸ δὲ δύσεως ἡ Προποντὶς, πρὸς νότον δὲ ἥ τε Μυσία καὶ ἡ Ἐπίκτητος καλουμένη Φρυγία· ἡ δʼ αὐτὴ καὶ Ἑλλησποντιακὴ Φρυγία καλεῖται.

Ὅτι ὁ περὶ Νικομήδειαν κόλπος Ἀστακηνὸς καλεῖται.

Ὅτι τὸ περὶ Κίον ὄρος Ἀργανθώνιον καλεῖται, διῆκον ἕως Νικομηδείας.

Ὅτι Κίος ἑταῖρος ἦν Ἡρακλέους, εἷς τῶν Ἀργοναυτῶν, ὅστις, ἐκ Κόλχων ὑποστρέψας, ἔκτισε τὴν ἀφʼ ἑαυτοῦ ὀνομασθεῖσαν Κίον πόλιν.

Ὄτι ἀπὸ Προύσης πόλεως τὸ ἐθνικὸν Προυσιεὺς λέγεται.

Ὅτι ἡ Ἀσκανία ὑπὸ δύο ἐθνῶν χωρὶς ᾠκεῖτο, Φρυγῶν τε καὶ Μυσῶν. Μαρτυρεῖ δʼ Ὅμηρος λέγων· « Μυσῶν ἀγχεμάχων ἡγήτορα, Οἵ ῥ᾿ ἐξ Ἀσκανίης

604
ἐριβώλακος ἦλθον ἀμοιβοί. » Καὶ πάλιν· « Φόρκυς δʼ αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος Τῆλʼ ἐξ Ἀσκανίης. Λέγοι δʼ ἂν τὴν νῦν Νίκαιαν.

Ὅτι Ὅμηρος τὸν Αἴσηπον ποταμὸνπέρας ὁρίζει τῆς τε Τρωάδος καὶ Μυσίας· ἔοικε δὲ ὁ Πάνδαρος Κυζικηνὸς εἶναι.

Ὅτι Νίκαια κτίσμα ἐστὶν Ἀντιγόνου τοῦ Φιλίππου, Μακεδόνων στρατηγοῦ, ὃς πρὸς τὸν Νικάτορα Σέλευκον πολεμῶν ἐφθάρη. Ὕστερον δὲ καὶ Λυσίμαχος ἐπέκτισεν ὁ σὸν Ἀλεξάνδρῳ ἐπὶ Ἰνδοὺς στρατεύσας· ὃς Νίκαιαν αὐτὴν ἐκάλεσεν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Νικαίας, τῆς Ἀντιπάτρου παιδὸς, ἀδελφῆς Κασσάνδρου.

Ὅτι ἡ νῦν καλουμένη χώρα Ὀτροία ἀπὸ Ὀτρέως τοῦ Φρυγὸς ἐκλήθη, οὗ καὶ Ὅμηρος μέμνηται λαοὺς Ὀτρῆος.