Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι ἡ Ἐρέτρια πόλις δύναμιν εἶχέ ποτε μεγάλην· ὥστε, ἡνίκα πομπὴν ἦγον, γ μὲν ὁπλῖται ὖσαν,
Ὅτι τῶν δοράτων τὰ μὲν συστάδην ἐστὶν, ὡς τὰ ξίφη καὶ τὰ ὀρεκτὰ τῶν Ὁμηρικῶν Ἀβάντων, τὰ δὲ ἀκοντίζεται δίκην δϊστοῦ καὶ παλτοῦ, ὁποία ἦν ἡ τοῦ Ἀχιλλέως μελία, τὰ δʼ ἐπαμφοτερίζει, οἶον ὁ κοντὸς καὶ ἡ σάρισσα καὶ ὁ ὑσσός.
Ὅτι τῆς Εὐβοίας δύο τινές εἰσι ποταμοὶ, Κηρεὺς καὶ Νηλεὺς, καὶ τὰ ἐξ αὐτῶν πίνοντα πρόβατα γίνονται ἐκ μὲν θατέρου λευκὰ, ἐκ δὲ θατέρου μέλανα.
Ὅτι πρὸς ἀνατολὰς τοῦ Ἀμπρακικοῦ κόλπου Ἀκαρνᾶνες οἰκοῦσι καὶ ἐφεξῆς ὁ Ἀχελῷός ἐστι ποταμὸς, εἶτα Αἰτωλοὶ ἀνατολικώτεροι, καὶ μετʼ αὐτοὺς Ὀζόλαι Λοκροὶ καὶ ὁ Παρνασσὸς τὸ ὄρος, εἶτα Ἑλικὼν τὸ ὄρος, εἶτα Κιθαιρὼν κατὰ τὸν Κορίνθιον ἰσθμὸν, εἶτα Ὑμηττὸς, πρὸς τὰς ἀνατολὰς ἐφεξῆς κείμενα τὰ ὄρη. Καὶ ὑπέρκεινται ἐν τῇ μεσογαίᾳ πρὸς βορρᾶν τῶν μὲν Ἀκαρνάνων Ἀμφίλοχοι, εἶτα Δόλοπες καὶ ἡ Πίνδος τὸ ὄρος, ἀφʼ οὗ ὁ Ἀχελῷος ῥεῖ πρὸς τὰς Ἐχινάδας· τῶν δʼ Αἰτωλῶν Περραιβοὶ πρὸς βορρᾶν εἰσι καὶ Ἀθαμᾶνες καὶ Αἰνιάνων τι μέρος τῶν τὴν Οἴτην ἐχόντων. Τὸ δὲ νότιον πλευρὸν Ἀκαρνάνων τε καὶ Αἰτωλῶν ἡ θάλασσά ἐστιν ἡ κατὰ τὸν Κρισαῖον κόλπον. Ἄρχεται δʼ ὁ κόλπος οὗτος ἀπὸ τοῦ στόματος τοῦ Ἀχελῴου ποταμοῦ.
Ὅτι Κόραξ ὄρος Αἰτωλικὸν συνάπτει τῇ Οἴτῃ ὄρει.
α. Ὅτι τὸ Ἄκτιον δυσμικώτατόν ἐστιν ἄκρον τοῦ Ἀμπρακικοῦ κόλπου.