Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅ Ταλθύβιος μετὰ τὰ Τρωικὰ ἀποικίαν ἔστειλεν εἰς Κρήτην.

Ὅτι τριχάἴκες οἱ ἐν Κρήτῃ Δωριεῖς, ἤτοι οἱ πολεμικοὶ, ὡς τὸ κορυθάῖκι, ἢ οἱ τρίλοφοι ἐν ταῖς περικεφαλαίαις ἢ οἱ ὀρχησταί. Ἐτεόκρητες δὲ οἱ αὐτόχθονες.

Ὅτι ὁ Κνωσσὸς πόλις τὸ πρὶν ἐκαλεῖτο Καίρατος ἀπὸ ποταμοῦ ἐγγὺς ὄντος.

Ὅτι ἡ Δίκτη τὸ ὄρος ἀνατολικώτερόν ἐστι τῆς Ἴδης ἐν Κρήτῃ σταδίους α. Ἡ δὲ Ἴδη νῦν Χρυσόμαλλος καλεῖται.

Ὅτι ἡ Κρήτη ἑκατόμπολις ἦν ἐν τοῖς τοῦ Ὁμήρου χρόνοις, μεταγενεστέροις οὖσι τῶν Τρωικῶν. Ἐπὶ δὲ τῶν Τρωικῶν ??΄ πόλεις εἶχεν ἡ Κρήτη· ἐν γὰρ τῷ Καταλόγῳ Ὅμηρος οὐκ εἰσάγει πρόσωπον ἀπαγγέλλον τὰς ρ΄ πόλεις, ἀλλ᾿ αὐτὸς λέγει εἶναι ἑκατόμπολιν.

Ὅτι ἡ ἔνοπλος ὄρχησις Κουρήτων μέν ἐστιν εὕρεμα τῶν περὶ τὸν Δία δαιμόνων, καλεῖται δὲ πυρρίχη.

Ὅτι πρὸς τοὺς προσποιουμένους μή εἰδέναι ἃ ἴσασι παροιμία ἐτέθη, « ὁ Κρὴς ἀγνοεῖ τὴν θάλασσαν· » οἱ γὰρ Κρῆτες ἐθαλασσοκράτησαν πρῶτοι, ναυτικῷ μεγάλῳ χρώμενοι.

Ὅτι Κρῆτες τὸν μὲν ἐραστὴν φιλήτορα καλοῦσιν, τὸν δὲ ἐρώμενον κλεινόν· ποιοῦνται δὲ τὰ παιδικὸ δι᾿ ἁρπαγῆς, οὐχὶ πειθοῖ.

Ὅτι Σίφνος νῆσός ἐστιν εὐτελὴς, ἐφ᾿ ἢ καὶ παροιμία ἐλέχθη « Σίφνιος ἀστράγαλος » διὰ τὴν εὐτέλειαν.

Ὅτι αἱ Κυκλάδες νῆσοι ιβ΄ ἦσαν πρὶν, ὕστερον

593
δὲ καὶ ἄλλσι ταύταις προσεγενοντο. Ἄρχονται δὲ αὄται ἀπὸ νήσου τῆς πρὸ τοῦ Σουνίου, Ἑλένης καλουμένης, περὶ ἧς Ὅμηρος ἔφη· « νήσῳ δʼ ἐν Κρανάῃ ἐμίγην φιλότητι. » Εἰσὶ δʼ αὗται Κέως, Κύθνος, Σέριφος, Μῆλος, Σίφνος, Κίμωλος, Πρεπέσινθος, Ὠλίαρος, Πάρος, Νάξος, Σύρος, Μύκονος, Τῆνοι, Ἄνδρος, Γύαρος. Αἱ δὲ Σποράδες νῆσοι ἀνατολικώτεραί εἰσι τῆς Κρήτης· οἷαί εἰσιν αἱ περὶ Νίσυρον καὶ Κῶν καὶ Καλύδνας καὶ Λέρον καὶ Πότμον.

Ὅτι τὸ ὄρος ὁ Ταῦρος, ὃς διαιρεῖ δίχα τὴν Ἀσίαν κατὰ μῆκος, πλάτος μὲν ἔχει πολλαχοῦ καὶ γ σταδίων· μῆκος δὲ ὅσον καὶ τῆς Ἀσίας, μυριάδων δʼ καὶ γε, ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς.

Ὅτι ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι ἐν αὐτῷ τῷ Ταύρῳ ὄρει κεῖνται.

Ὅτι ὁ ἰσθμὸς ἀπὸ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ὑρκάνιον στάδιά ἐστι γ. Καὶ ἀπὸ τούτου πρὸς βορρᾶν οἷον χερρόνησός ἐστι μεγάλη, περιεχομένη ἐκ μὲν δυσμῶν τῷ τε Εὐξείνῳ καὶ τῇ Μαιώτιδι καὶ Τανάιδι ποταμῷ καὶ τῇ ἑξῆς ἐρήμῳ καὶ ἀγνώστῳ γῇ ἕως τοῦ ὠκεανοῦ, εἰ δὲ καὶ ὁ ὠκεανὸς ἐκ τοῦ βορρᾶ περιέχει τὴν οἰκουμένην, ἀπʼ αὐτοῦ αὖθςι ἐπὶ νότον ἰόντι ἕως τῆς Κασπίας θαλάσσης τῆς κατὰ Ἀλβανίαν.

Ὅτι. Πομπήιος φίλος ἦν Ποσειδωνίῳ. Ἐλθὼν οὖν εἰς Ῥόδον, ὅτε ἐπὶ τὸν Μιθριδατικὸν ἐξώρμα πόλεμον, ἐνέτυχέ τε αὐτῷ καὶ χρηματίσας ὅσων ἐδεῖτο, ἔφησεν ἔσχατον, εἴ τινος δέοιτο· ὁ δὲ ἀπεκρίνατο· βούλομαί σε, ὦ Πομπήιε, « αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. » Ἐξ οὗ καὶ τὰ κατὰ Ἰβηρίαν καὶ Ἀλβανίαν καὶ Ἀρμενίαν ἐπύθετο.

Ὅτι τὴν Ἀσίαν πᾶσαν διαιρεῖ ὁ Στράβων εἰς μέρη ε΄. Πρῶτον μὲν τὴν ἀπὸ Ἰβηρίας τοῦ ἰσθμοῦ ἀρχομένην χερρόνησον ἐπὶ τὸν βορρᾶν· δεύτερον δὲ τὴν ἀπὸ τῆς χερρονήσου ταύτης πρὸς ἀνατολὰς γῆν ἀφοριζομένην ὑπὸ τοῦ Ταύρου, ἥτις ἐστὶν ἡ βορεία Ἀσία ἕως Ἰνδῶν· τρίτον δὲ τὴν μεταξὺ Ταύρου ὄρους καὶ Κασπίας θαλάσσης· τοῦτʼ ἔστι Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία ἕως Ἄλυος ποταμοῦ· τέταρτον δὲ τὴν ἐντὸς Ἄλυος γῆν καὶ αὐτὸν τὸν Ταῦρον ἕως τῆς Κιλικίας θαλάσσης καὶ μέχρι Ἰωνίας καὶ Χαλκηδόνος·

594
πέμπτον δέ τήν τε Ἰνδικὴν καὶ Ἀριανήν καὶ ἐφεξῆς πρὸς δυσμὰς ἕως Κιλικίας τε καὶ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου.

Ὅτι ἡ Κολχὶς μεταξὺ τῶν τε Μοσχικῶν καὶ Καυκασίων ὀρέων κεῖται.

Ὅτι ἀπὸ Βοσπόρου τοῦ Κιμμερίου ἕως νήσου Ἀλωπεκίας στάδια βσ΄.

ἐν ἀνατολικῇ πλευρᾷ τῆς Μαιώτιδός ἔστι ποταμὸς, ὁ μέγας Ῥομβίτης, εἶτα Θεοφάνιος, εἶτα μικρὸς Ῥομβίτης, εἶτα Ἀττικίτης, εἶτα Μάτης, εἶτα Οὐαρδάνης. Πάντες οὗτοι ποταμοὶ ἐκ τε τῶν Ἱππικῶν ὀρέων ἔρχονται καὶ ἐκ τῶν Καυκασίων.

Ὅτι τὸ Κιμμέριον ἄκρον τὸ ἐν τῆ Μαιώτιδι πάλαι ἴσχυσε πλεῖστον, ὥστε καὶ τὸν Βόσπορον Κιμμέριον ἐξ αὐτοῦ κληθῆναι. Εἶτα ἀπὸ σταδίων κ΄ Ἀχίλλειον κώμη, ὅπου καὶ τὸ στενότατον τοῦ πορθμοῦ τοῦ Βοσπόρου· ἔχει γὰρ κ΄ σταδίους· οὗ ἀντιπέραν ἐν τῆ Εὐρώπῃ τὸ Μυρμήκιόν ἐστι. Τὸ δὲ νοταπηλιωτικὸν τοῦ Βοσπόρου στόμα Κοροκονδάμη· τὸ δὲ νοτολιβυκὸν κώμη τις τῆς Παντικαπαίων γῆς, ὄνομα Ἄκρα. Μῆκος τοῦ Βοσπόρου στάδιοι ο΄.

Ὅτι ἡ Φαναγορία καὶ ἡ Ἑρμώνασσα πόλεις εἰσὶν ἀξιόλογοι περὶ τὰ Ἀσιανὰ μέρη.