Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι κοινὸν Ἑλλήνων καὶ βαρβάρων ἐστὶ τὸ τὰς ἱεροποιίας μετὰ ἀνέσεως ἑορταστικῆς ποιεῖσθαι, τὰς μὲν σὺν ἐνθουσιασμῷ, τὰς δὲ χωρὶς, καὶ τὰς μὲν μετὰ μουσικῆς, τὰς δὲ μὴ, καὶ τὰς μὲν μυστικῶς, τὰς δʼ ἐν φανερῶ· ἡ γὰρ μουσικὴ φιλοσοφία ἐστὶ καὶ πρὸς τὴν τῶν ἠθῶν κάθαρσιν συμβαλλομένη, ὥς φησι Πλάτων.
Ὅτι οἱ Ἕλληνες τῷ Διονύσῳ καὶ τῷ Ἀπόλλωνι καὶ τῇ Ἑκάτη καὶ ταῖς Μούσαις καὶ Δήμητρι προσέθεσαν τὸ ὀργιαστικὸν πᾶν καὶ τὸ Βακχικὸν καὶ τὸ χορικὸν καὶ μυστικόν.
Ὅτι οἱ Κουρπητες δαίμονές τινές εἰσι περὶ τὸν
Ὅτι οἱ Βερέκυντες, Φρυγίων τι γένος ὅν, καὶ ἁπλῶς οἱ Φρύγες Ῥέαν τιμῶσι καὶ ὀργιάζουσι ταύτῃ, μητέρα καλοῦντες θεῶν καὶ Ἄγεστιν καὶ φρυγίαν θεὸν μεγάλην, ἀπὸ δὲ τῶν τόπων Ἰδαίαν καὶ Δινδυμήνην καὶ Σιπυλήνην καὶ Κυβήβην καὶ Πεσσινουντίδα καὶ Κυβέλην. Οἱ δὲ Ἕλληνεσς τοὺς προπόλους αὐτῆς Κουρῆτας λέγουσιν ὁμωνύμως τοῖς τοῦ Διὸς, τοὺς δ᾿ αὐτοὺς καὶ Κορύβαντας.