Geographiae Chrestomathia
Strabo
Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.
Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης,
Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς.
Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας.
Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστ’ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.
Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν.
Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις.
Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει.
Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα.
Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.
Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα.
Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων.
Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων.
Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν,
Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.
Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα.
Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν.
Ὅτι τὸ « ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα » οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· « ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, » οὕτως καὶ οἱ μῦθοι.
Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας τὰς ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια.
Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.