Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
Ἔφορος δʼ, ᾧ τὸ πλεῖστον προσχρώμεθα διὰ τὴν περὶ ταῦτα ἐπιμέλειαν, καθάπερ καὶ Πολύβιος μαρτυρῶν τυγχάνει, ἀνὴρ ἀξιόλογος, δοκεῖ μοι τἀναντία ποιεῖν ἔσθʼ ὅτε τῇ προαιρέσει καὶ ταῖς ἐξ ἀρχῆς ὑποσχέσεσιν. ἐπιτιμήσας γοῦν τοῖς φιλομυθοῦσιν ἐν τῇ τῆς ἱστορίας γραφῇ καὶ τὴν ἀλήθειαν ἐπαινέσας προστίθησι τῷ περὶ τοῦ μαντείου τούτου λόγῳ σεμνήν τινα ὑπόσχεσιν, ὡς πανταχοῦ μὲν ἄριστον νομίζει τἀληθές,
ὑποβὰς δὲ περὶ τῶν Δελφῶν οἵτινές εἰσι διαλεγόμενος φησὶ τὸ παλαιὸν Παρνασσίους τινὰς αὐτόχθονας καλουμένους οἰκεῖν τὸν Παρνασσόν· καθʼ ὃν χρόνον Ἀπόλλωνα τὴν γῆν ἐπιόντα ἡμεροῦν τοὺς ἀνθρώπους ἀπό τε τῶν ἡμέρων καρπῶν καὶ τῶν βίων, ἐξ Ἀθηνῶν δʼ ὁρμηθέντα ἐπὶ Δελφοὺς ταύτην ἰέναι τὴν ὁδόν, ᾗ νῦν Ἀθηναῖοι τὴν Πυθιάδα πέμπουσι· γενόμενον δὲ κατὰ Πανοπέας Τιτυὸν καταλῦσαι ἔχοντα τὸν τόπον, βίαιον ἄνδρα καὶ παράνομον· τοὺς δὲ Παρνασσίους συμμίξαντας αὐτῷ καὶ ἄλλον μηνῦσαι χαλεπὸν ἄνδρα Πύθωνα τοὔνομα, ἐπίκλησιν δὲ Δράκοντα, κατατοξεύοντος δʼ ἐπικελεύειν ἵε παιάν, ἀφʼ οὗ τὸν παιανισμὸν οὕτως ἐξ ἔθους παραδοθῆναι τοῖς μέλλουσι συμπίπτειν εἰς παράταξιν· ἐμπρησθῆναι δὲ καὶ σκηνὴν τότε τοῦ Πύθωνος ὑπὸ τῶν Δελφῶν, καθάπερ καὶ νῦν ἔτι καὶ ἀεὶ ὑπόμνημα ποιουμένους τῶν τότε γενομένων. τί δʼ ἂν εἴη μυθωδέστερον ἢ Ἀπόλλων τοξεύων καὶ κολάζων Τιτυοὺς καὶ Πύθωνας καὶ
ἑξῆς γὰρ ἐν τῇ παραλίᾳ μετὰ τὴν Ἀντικύραν πολίχνιόν ἐστιν Ὀπισθομάραθος· εἶτʼ ἄκρα Φαρύγιον ἔχουσα ὕφορμον· εἶθʼ ὁ λιμὴν ὕστατος ὁ προσαγορευθεὶς μυχὸς ἀπὸ τοῦ συμβεβηκότος, ὑπὸ τῷ Ἑλικῶνι καὶ τῇ Ἄσκρῃ κείμενος. οὐδʼ αἱ Ἀβαὶ δὲ τὸ μαντεῖον ἄπωθεν τῶν τόπων τούτων ἐστίν, οὐδʼ ἡ Ἄμβρυσος, οὐδʼ ἡ Μεδεὼν ὁμώνυμος τῇ Βοιωτιακῇ. ἔτι δὲ μᾶλλον ἐν τῇ μεσογαίᾳ μετὰ Δελφοὺς ὡς πρὸς τὴν ἕω Δαυλὶς πολίχνιον, ὅπου Τηρέα τὸν Θρᾷκά φασι δυναστεῦσαι· καὶ τὰ περὶ Φιλομήλαν καὶ Πρόκνην ἐκεῖ μυθεύουσι[*](post μυθεύουσι· Θουκυδίδης δʼ ἐν Μεγάροις φησί). τοὔνομα δὲ τῷ τόπῳ γεγονέναι ἀπὸ τοῦ δάσους· δαυλοὺς γὰρ καλοῦσι τὰ δάση. Ὅμηρος μὲν οὖν Δαυλίδα εἶπεν, οἱ δʼ ὕστερον Δαυλίαν. καὶ τὸ οἳ Κυπάρισσον ἔχον δέχονται διττῶς, οἱ μὲν ὁμωνύμως τῷ φυτῷ οἱ δὲ παρωνύμως κώμην ὑπὸ τῇ Λυκωρείᾳ.
Πανοπεὺς δʼ ὁ νῦν Φανοτεύς, ὅμορος τοῖς περὶ Λεβάδειαν τόποις, ἡ τοῦ Ἐπειοῦ πατρίς. καὶ τὰ περὶ
ἡ δʼ Ἀνεμώρεια ὠνόμασται ἀπὸ τοῦ συμβαίνοντος πάθους· καταιγίζει γὰρ εἰς αὐτὴν ὁ καλούμενος Κατοπτήριος χῶρος, κρημνός τις ἀπὸ τοῦ Παρνασσοῦ διήκων· ὅριον δʼ ἦν ὁ τόπος οὗτος Δελφῶν τε καὶ Φωκέων, ἡνίκα ἀπέστησαν τοὺς Δελφοὺς ἀπὸ τοῦ κοινοῦ συστήματος τῶν Φωκέων Λακεδαιμόνιοι καὶ ἐπέτρεψαν καθʼ αὑτοὺς πολιτεύεσθαι· τινὲς δὲ Ἀνεμώλειαν καλοῦσιν. εἶθʼ Ὑάμπολις (Ὕα μετὰ ταῦτα ἐκλήθη ὑπό τινων), εἰς ἣν ἐκ Βοιωτίας ἐκπεσεῖν ἔφαμεν τοὺς Ὕαντας· ἔστι δʼ ἐν τῇ μεσογαίᾳ μάλιστα καὶ αὕτη, πλησίον τῶν Παραποταμίων, ἑτέρα οὖσα τῆς ἐν τῷ Παρνασσῷ Ὑαμπείας, καὶ Ἐλάτεια ἡ μεγίστη πόλις τῶν Φωκικῶν, ἣν Ὅμηρος μὲν οὐκ οἶδε (νεωτέρα γάρ ἐστι τῆς ἡλικίας ἐκείνου), ἐπικαιρίως δʼ ἵδρυται πρὸς τὰς ἐκ τῆς Θετταλίας εἰσβολάς. δηλοῖ δὲ τὴν εὐφυΐαν ταύτην καὶ Δημοσθένης, φράζων τὸν θόρυβον τὸν γενηθέντα Ἀθήνησιν αἰφνιδίως, ἐπειδὴ ἧκέ τις ἀπαγγέλλων ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.
Παραποτάμιοι δʼ εἰσὶ κατοικία τις ἐπὶ τῷ Κηφισσῷ ἱδρυμένη πλησίον Φανοτεῦσι καὶ Χαιρωνεῦσι καὶ Ἐλατείᾳ. φησὶ δὲ Θεόπομπος τὸν τόπον τοῦτον διέχειν τῆς μὲν Χαιρωνείας ὅσον τετταράκοντα σταδίους, διορίζειν δὲ τοὺς Ἀμβρυσέας καὶ Πανοπέας καὶ Δαυλιέας· κεῖσθαι δʼ ἐπὶ τῆς ἐμβολῆς τῆς ἐκ Βοιωτίας εἰς Φωκέας ἐν λόφῳ μετρίως ὑψηλῷ, μεταξὺ τοῦ τε Παρνασσοῦ
Δαφνοῦς δὲ νῦν μὲν κατέσκαπται· ἦν δέ ποτε τῆς Φωκίδος πόλις ἁπτομένη τῆς Εὐβοϊκῆς θαλάττης, διαιροῦσα τοὺς Ἐπικνημιδίους Λοκρούς, τοὺς μὲν ἐπὶ τὸ πρὸς Βοιωτίαν μέρος τοὺς δὲ πρὸς Φωκίδα τὴν ἀπὸ θαλάττης καθήκουσαν τότε ἐπὶ θάλατταν. τεκμήριον δὲ τὸ ἐν αὐτῷ Σχεδιεῖον, ὅ φασιν εἶναι τάφον Σχεδίου. εἴρηται δὲ ὁ Δαφνοῦς ἐφʼ ἑκάτερα τὴν Λοκρίδα σχίσαι, ὥστε μηδαμοῦ ἅπτεσθαι ἀλλήλων τούς τʼ Ἐπικνημιδίους καὶ τοὺς Ὀπουντίους· ὕστερον δὲ
ἐφεξῆς δʼ ἐστὶν ἡ Λοκρίς, ὥστε περὶ ταύτης λεκτέον. διῄρηται δὲ δίχα· τὸ μὲν γὰρ αὐτῆς ἐστιν οἱ πρὸς Εὔβοιαν Λοκροί, οὓς ἐλέγομεν σχίζεσθαί ποτε ἐφʼ ἑκάτερα τοῦ Δαφνοῦντος· ἐπεκαλοῦντο δʼ οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους τινὸς Κνημῖδος· τὸ δὲ λοιπὸν οἱ ἑσπέριοί εἰσι Λοκροί, οἱ δʼ αὐτοὶ καὶ Ὀζόλαι καλοῦνται. χωρίζει δʼ αὐτοὺς ἀπὸ τῶν Ὀπουντίων καὶ τῶν Ἐπικνημιδίων ὅ τε Παρνασσὸς μεταξὺ ἱδρυμένος καὶ ἡ τῶν Δωριέων τετράπολις. ἀρκτέον δʼ ἀπὸ τῶν Ὀπουντίων.
ἐφεξῆς τοίνυν ταῖς Ἁλαῖς, εἰς ἃς κατέληγεν ἡ Βοιωτιακὴ παραλία ἡ πρὸς Εὐβοίᾳ, τὸν Ὀπούντιον κόλπον κεῖσθαι συμβαίνει. ὁ δʼ Ὀποῦς ἐστι μητρόπολις, καθάπερ καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐπὶ τῇ πρώτῃ τῶν πέντε στηλῶν τῶν περὶ Θερμοπύλας ἐπιγεγραμμένον πρὸς τῷ πολυανδρίῳ τούσδε ποθεῖ φθιμένους ὑπὲρ Ἑλλάδος ἀντία Μήδων, μητρόπολις Λοκρῶν εὐθυνόμων Ὀπόεις. ἀπέχει δὲ τῆς θαλάττης περὶ πεντεκαίδεκα σταδίους, τοῦ δʼ ἐπινείου καὶ ἑξήκοντα. Κῦνος δʼ ἐστὶ τὸ ἐπίνειον, ἄκρα τερματίζουσα τὸν Ὀπούντιον κόλπον σταδίων ὄντα περὶ τετταράκοντα· μεταξὺ δὲ Ὀποῦντος καὶ Κύνου πεδίον εὔδαιμον· κεῖται δὲ κατὰ Αἰδηψὸν τῆς Εὐβοίας, ὅπου τὰ θερμὰ τὰ Ἡρακλέους, πορθμῷ διειργόμενος σταδίων ἑξήκοντα καὶ ἑκατόν. ἐν δὲ τῷ Κύνῳ Δευκαλίωνά φασιν οἰκῆσαι, καὶ τῆς Πύρρας αὐτόθι δείκνυται σῆμα, τοῦ δὲ Δευκαλίωνος Ἀθήνησι. διέχει δὲ τῆς Κνημῖδος ὁ Κῦνος ὅσον πεντήκοντα σταδίους. καὶ ἡ Ἀταλάντη δὲ νῆσος κατὰ Ὀποῦντα ἵδρυται, ὁμώνυμος τῇ πρὸ τῆς Ἀττικῆς. λέγεσθαι δʼ Ὀπουντίους τινὰς καὶ ἐν τῇ Ἠλείᾳ
ἑξῆς μετὰ τὸν Κῦνον Ἀλόπη ἐστὶ καὶ ὁ Δαφνοῦς, ὃν ἔφαμεν κατεσπάσθαι· λιμὴν δʼ ἐστὶν αὐτόθι διέχων Κύνου περὶ ἐνενήκοντα σταδίους, Ἐλατείας δὲ πεζεύοντι εἰς τὴν μεσόγαιαν ἑκατὸν εἴκοσιν. ἤδη δʼ ἐστὶ ταῦτα τοῦ Μαλιακοῦ κόλπου· μετὰ γὰρ τὸν Ὀπούντιον συνεχής ἐστιν οὗτος.
μετὰ δὲ Δαφνοῦντα Κνημῖδες χωρίον ἐρυμνὸν ὅσον σταδίους εἴκοσι πλεύσαντι· καθʼ ὃ τὸ Κήναιον ἐκ τῆς Εὐβοίας ἀντίκειται ἄκρα βλέπουσα πρὸς ἑσπέραν καὶ τὸν Μαλιέα κόλπον, πορθμῷ διειργομένη σχεδὸν εἰκοσασταδίῳ. ταῦτα δʼ ἤδη τῶν Ἐπικνημιδίων ἐστὶ Λοκρῶν. ἐνταῦθα καὶ αἱ Λιχάδες καλούμεναι τρεῖς νῆσοι πρόκεινται ἀπὸ Λίχα τοὔνομα ἔχουσαι. καὶ ἄλλαι δʼ εἰσὶν ἐν τῷ λεχθέντι παράπλῳ, ἃς ἑκόντες παραλείπομεν. μετὰ δὲ εἴκοσι σταδίους ἀπὸ Κνημίδων λιμήν, ὑπὲρ οὗ κεῖται τὸ Θρόνιον ἐν σταδίοις τοῖς ἴσοις κατὰ τὴν μεσόγαιαν. εἶθʼ ὁ Βοάγριος ποταμὸς ἐκδίδωσιν ὁ παραρρέων τὸ Θρόνιον, Μάνην δʼ ἐπονομάζουσιν αὐτόν· ἔστι δὲ χειμάρρους ὥστʼ ἀβρόχοις ἐμβαίνειν τοῖς ποσίν, ἄλλοτε δὲ καὶ δίπλεθρον ἴσχειν
τῶν δὲ λοιπῶν πόλεων τῶν μὲν ἄλλων οὐκ ἄξιον μεμνῆσθαι· ὧν δʼ Ὅμηρος μέμνηται Καλλίαρος μὲν οὐκέτι οἰκεῖται, εὐήροτον δὲ νῦν ἐςτι πεδίον· καλοῦσι δʼ οὕτως ἀπὸ τοῦ συμβεβηκότος· καὶ Βῆσσα δʼ οὐκ ἔστι, δρυμώδης τις τόπος· οὐδʼ αἱ Αὐγειαί, τὴν δὲ χώραν ἔχουσι Σκαρφιεῖς· ταύτην μὲν οὖν τὴν Βῆσσαν ἐν τοῖς δυσὶ γραπτέον σίγμα (ἀπὸ γὰρ τοῦ δρυμώδους ὠνόμασται ὁμωνύμως, ὥσπερ καὶ Νάπη ἐν τῷ Μηθύμνης πεδίῳ, ἣν Ἑλλάνικος ἀγνοῶν --- Λάπην ὀνομάζει), τὸν δʼ ἐν τῇ Ἀττικῇ δῆμον, ἀφʼ οὗ Βησαιεῖς οἱ δημόται λέγονται, ἐν τῷ ἑνὶ σίγμα.
ἡ δὲ Τάρφη κεῖται ἐφʼ ὕψους, διέχουσα Θρονίου σταδίους εἴκοσι, χώραν δʼ εὔκαρπόν τε καὶ εὔδενδρον ἔχει· ἤδη γὰρ καὶ αὕτη ἀπὸ τοῦ δάσους ὠνόμασται. καλεῖται δὲ νῦν Φαρύγαι· ἵδρυται δʼ αὐτόθι Ἥρας Φαρυγαίας ἱερὸν ἀπὸ τῆς ἐν Φαρύγαις τῆς Ἀργείας· καὶ δὴ καὶ ἄποικοί φασιν εἶναι Ἀργείων.
τῶν γε μὴν ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται, ἢ οὐ ῥητῶς γε, ἀλλὰ μόνον τῷ δοκεῖν ἀντιδιαστέλλεσθαι τούτοις ἐκείνους περὶ ὧν εἰρήκαμεν Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης, ὡς καὶ ἑτέρων ὄντων. ἀλλʼ οὐδʼ ὑπὸ τῶν ἄλλων τεθρύληνται πολλῶν· πόλεις δʼ ἔσχον Ἄμφισσάν τε καὶ Ναύπακτον, ὧν ἡ Ναύπακτος συμμένει τοῦ Ἀντιρρίου πλησίον, ὠνόμασται δʼ ἀπὸ τῆς ναυπηγίας τῆς ἐκεῖ γενομένης, εἴτε τῶν Ἡρακλειδῶν ἐκεῖ ναυπηγησαμένων τὸν στόλον, εἴθʼ (ὥς φησιν Ἔφορος) Λοκρῶν ἔτι
αὐτοῦ δὲ καὶ ἡ Χαλκίς, ἧς μέμνηται καὶ ὁ ποιητὴς ἐν τῷ Αἰτωλικῷ καταλόγῳ, ὑποκάτω Καλυδῶνος· αὐτοῦ δὲ καὶ ὁ Ταφιασσὸς λόφος, ἐν ᾧ τὸ τοῦ Νέσσου μνῆμα καὶ τῶν ἄλλων Κενταύρων, ὧν ἀπὸ τῆς σηπεδόνος φασὶ τὸ ὑπὸ τῇ ῥίζῃ τοῦ λόφου προχεόμενον δυσῶδες καὶ θρόμβους ἔχον ὕδωρ ῥεῖν· διὰ δὲ τοῦτο καὶ Ὀζόλας καλεῖσθαι τὸ ἔθνος. καὶ ἡ Μολύκρεια δʼ ἐστὶ κατὰ τὸ Ἀντίρριον, Αἰτωλικὸν πολίχνιον. ἡ δʼ Ἄμφισσα ἐπὶ τοῖς ἄκροις ἵδρυται τοῦ Κρισαίου πεδίου, κατέσπασαν δʼ αὐτὴν οἱ Ἀμφικτύονες, καθάπερ εἰρήκαμεν· καὶ Οἰάνθεια δὲ καὶ Εὐπάλιον Λοκρῶν εἰσίν. ὁ δὲ πᾶς παράπλους ὁ Λοκρικὸς μικρὸν ὑπερβάλλει τῶν διακοσίων σταδίων.
Ἀλόπην δὲ καὶ ἐνταῦθα καὶ ἐν τοῖς Ἐπικνημιδίοις ὀνομάζουσι καὶ ἐν τῇ Φθιώτιδι· οὗτοι μὲν οὖν ἄποικοι τῶν Ἐπικνημιδίων εἰσίν, οἱ δʼ Ἐπιζεφύριοι τούτων.