Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
̔́η τε τοῦ μήκους τῆς οἰκουμένης μέτρησις κατὰ παραλλήλου τῷ ἰσημερινῷ ἐστιν, ἐπειδὴ καὶ αὐτὴ ἐπὶ μῆκος οὕτως ἐκτέταται ὥστε καὶ τῶν ἠπείρων ἑκάστης οὕτω δεῖ λαμβάνειν τὸ μῆκος μεταξὺ μεσημβρινῶν δυεῖν κείμενον. τά τε μέτρα τῶν μηκῶν σταδιασμοί εἰσιν, οὓς θηρεύομεν, ἢ διʼ αὐτῶν ἐκείνων ἰόντες ἢ τῶν παραλλήλων ὁδῶν ἢ πόρων. ὁ δὲ τοῦτον ἀφεὶς τὸν τρόπον καινὸν εἰσάγει τὸ μεταξὺ τῆς τε θερινῆς ἀνατολῆς καὶ τῆς ἰσημερινῆς τμῆμά τι τοῦ ἀρκτικοῦ ἡμικυκλίου. πρὸς δὲ τὰ ἀμετάπτωτα οὐδεὶς κανόσι καὶ μέτροις χρῆται τοῖς μεταπτώτοις οὐδὲ τοῖς κατʼ ἄλλην καὶ ἄλλην σχέσιν λεγομένοις πρὸς τὰ καθʼ αὑτὰ καὶ * διαφοράν. τὸ μὲν οὖν μῆκος ἀμετάπτωτον καὶ καθʼ αὑτὸ λέγεται, ἀνατολὴ δʼ ἰσημερινὴ καὶ δύσις, ὡς δʼ
προπεπτωκυίας δὲ τῆς Εὐρώπης ἄκραις πλείοσι, βέλτιον μὲν οὗτος εἴρηκεν περὶ αὐτῶν Ἐρατοσθένους, οὔπω δὲ ἱκανῶς· ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς ἡ Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς ἡ Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος. οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς ἡ Ἑλλὰς πᾶσα καὶ ἡ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενά (ἔχουσι δʼ αὐτὴν Θρᾷκες), πέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος. τὰς μὲν οὖν δύο τὰς πρώτας δοτέον· ἁπλοῖς γάρ τισι περιλαμβάνονται κόλποις, ἡ μὲν τῷ μεταξὺ τῆς Κάλπης καὶ τοῦ ἱεροῦ ἀκρωτηρίου, ἐν ᾧ τὰ Γάδειρα, καὶ τῷ μεταξὺ στηλῶν καὶ τῆς Σικελίας πελάγει· ἡ δὲ τούτῳ τε καὶ τῷ Ἀδρίᾳ, καίτοι ἥ γε τῶν Ἰαπύγων ἄκρα παρεμπίπτουσα καὶ τὴν Ἰταλίαν δικόρυφον ποιοῦσα ἔχει τινὰ ἀντέμφασιν· αἱ λοιπαὶ δʼ ἔτι ἐναργέστερον ποικίλαι καὶ πολυμερεῖς οὖσαι ζητοῦσιν ἄλλην διαίρεσιν. ὡς δʼ αὕτως ἔχει καὶ ἡ εἰς ἓξ διαίρεσις τὴν ὁμοίαν ἔνστασιν ἀκολούθως ταῖς ἄκραις διειλημμένη. ποιησόμεθα δʼ ἡμεῖς ἐν τοῖς καθʼ ἕκαστα τὴν προσήκουσαν ἐπανόρθωσιν καὶ τούτων καὶ τῶν ἄλλων, ὅσα ἔν τε τῇ Εὐρώπῃ διημάρτηται καὶ ἐν τῇ τῆς Λιβύης
Ἐπεὶ δὲ τοῖς πρὸς ἐκείνους λόγοις συνεχής ἐστιν ἡ ἐγχείρησις τῆς ἡμετέρας ὑποσχέσεως, λαβόντες ἀρχὴν ἑτέραν λέγωμεν, ὅτι δεῖ τὸν χωρογραφεῖν ἐπιχειροῦντα πολλὰ τῶν φυσικῶς τε καὶ μαθηματικῶς λεγομένων ὑποθέσθαι, καὶ πρὸς τὴν ἐκείνων ὑπόνοιάν τε καὶ πίστιν τὰ ἑξῆς πραγματεύεσθαι. εἴρηται γάρ, ὅτι οὐδʼ οἰκοδόμος, οὐδʼ ἀρχιτέκτων οἰκίαν ἢ πόλιν ἱδρῦσαι καλῶς οἷός τε γένοιτʼ ἂν ἀπρονοήτως ἔχων κλιμάτων τε τῶν κατὰ τὸν οὐρανὸν καὶ σχημάτων τε καὶ μεγεθῶν καὶ θάλπους καὶ ψύχους καὶ ἄλλων τοιούτων, μή τί γε τὴν ὅλην οἰκουμένην τοποθετῶν. αὐτὸ γὰρ τὸ εἰς ἐπίπεδον γράφειν ἐπιφάνειαν μίαν καὶ τὴν αὐτὴν τά τε Ἰβηρικὰ καὶ τὰ Ἰνδικὰ καὶ τὰ μέσα τούτων, καὶ μηδὲν ἧττον δύσεις καὶ ἀνατολὰς ἀφορίζειν καὶ μεσουρανήσεις ὡς ἂν κοινὰς πᾶσι, τῷ μὲν προεπινοήσαντι τὴν τοῦ οὐρανοῦ διάθεσίν τε καὶ κίνησιν καὶ λαβόντι, ὅτι σφαιρικὴ μέν ἐστιν ἡ κατʼ ἀλήθειαν τῆς γῆς ἐπιφάνεια, πλάττεται δὲ νῦν ἐπίπεδος πρὸς τὴν ὄψιν, γεωγραφικὴν ἔχει τὴν παράδοσιν, τῷ δʼ ἄλλως, οὐ γεωγραφικήν. οὐ γὰρ ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια. ὁ μὲν γὰρ πελαγίζων ἢ ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι
τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς. ἡ δὲ φυσικὴ ἀρετή τις· τὰς δʼ ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ τούτων πίστεις. τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαιροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δʼ ἐπὶ τὸ μέσον τῶν βαρέων· περὶ τοῦτό τε συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος τῷ μὲν οὐρανῷ μένει καὶ αὐτὴ καὶ ὁ διʼ αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος, ὁ δʼ οὐρανὸς
πεντάζωνον μὲν γὰρ ὑποθέσθαι δεῖ τὸν οὐρανόν, πεντάζωνον δὲ καὶ τὴν γῆν, ὁμωνύμους δὲ καὶ τὰς ζώνας τὰς κάτω ταῖς ἄνω· τὰς δʼ αἰτίας εἰρήκαμεν τῆς εἰς τὰς ζώνας διαιρέσεως. διορίζοιντο δʼ ἂν αἱ ζῶναι κύκλοις παραλλήλοις τῷ ἰσημερινῷ γραφομένοις ἑκατέρωθεν αὐτοῦ, δυσὶ μὲν τοῖς ἀπολαμβάνουσι τὴν διακεκαυμένην, δυσὶ δὲ τοῖς μετὰ τούτους, οἳ πρὸς μὲν τῇ διακεκαυμένῃ τὰς εὐκράτους δύο ποιοῦσι, πρὸς δὲ ταῖς εὐκράτοις τὰς κατεψυγμένας. ὑποπίπτει δʼ ἑκάστῳ τῶν οὐρανίων κύκλων ὁ ἐπὶ γῆς ὁμώνυμος αὐτῷ, καὶ ἡ ζώνη δὲ ὡσαύτως τῇ ζώνῃ. εὐκράτους μὲν οὖν φασι τὰς οἰκεῖσθαι δυναμένας, ἀοικήτους δὲ τὰς ἄλλας, τὴν μὲν διὰ καῦμα τὰς δὲ διὰ ψῦχος. τὸν δʼ αὐτὸν τρόπον καὶ περὶ τῶν τροπικῶν καὶ τῶν ἀρκτικῶν, παρʼ οἷς εἰσιν ἀρκτικοί, διορίζουσιν ὁμωνύμως τοῖς ἄνω τοὺς ἐπὶ γῆς ποιοῦντες, καὶ τοὺς ἑκάστοις ὑποπίπτοντας. τοῦ δʼ ἰσημερινοῦ δίχα τέμνοντος τὸν ὅλον οὐρανόν, καὶ τὴν γῆν ἀνάγκη διαιρεῖσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ἰσημερινοῦ. καλεῖται δὲ τῶν ἡμισφαιρίων
λαβὼν οὖν ταῦθʼ ὁ γεωμέτρης, προσχρησάμενος τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθʼ ἑκάστην τὴν οἴκησιν καὶ οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, καταμετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δʼ ἄλλην ἐκ τοῦ λόγου τῶν ἀποστάσεων. οὕτω δʼ ἂν εὑρίσκοι πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δʼ ἐστὶν ἡ περίμετρος τῆς γῆς. ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ
̔υποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῇ θαλάττῃ, μίαν καὶ τὴν αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι. συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον τῆς γῆς ἐν τῷ τοσούτῳ μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον, ὥστε τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν, οὐδʼ ὡς ὁ γεωμέτρης πρὸς λόγον, ἀλλὰ πρὸς αἴσθησιν καὶ ταύτην παχυτέραν. νοείσθω δὴ πεντάζωνος καὶ ὁ ἰσημερινὸς τεταγμένος ἐν αὐτῇ κύκλος, καὶ ἄλλος τούτῳ παράλληλος, ὁρίζων τὴν κατεψυγμένην ἐν τῷ βορείῳ ἡμισφαιρίῳ, καὶ διὰ τῶν πόλων τις τέμνων τούτους πρὸς ὀρθάς. τοῦ δὴ βορείου ἡμισφαιρίου δύο περιέχοντος τεταρτημόρια τῆς γῆς, ἃ ποιεῖ ὁ ἰσημερινὸς πρὸς τὸν διὰ τῶν πόλων, ἐν ἑκατέρῳ τούτων ἀπολαμβάνεται τετράπλευρον χωρίον, οὗ ἡ μὲν βόρειος πλευρὰ ἥμισυ τοῦ πρὸς τῷ πόλῳ παραλλήλου ἐστίν, ἡ δὲ νότιος τοῦ ἰσημερινοῦ ἥμισυ, αἱ δὲ λοιπαὶ πλευραὶ τμήματά εἰσι τοῦ διὰ τῶν πόλων ἀντικείμενα ἀλλήλοις, ἴσα τὸ μῆκος. ἐν θατέρῳ δὴ τῶν τετραπλεύρων τούτων (ὁποτέρῳ δʼ οὐδὲν ἂν διαφέρειν δόξειεν) ἱδρῦσθαί φαμεν τὴν καθʼ ἡμᾶς οἰκουμένην περίκλυστον θαλάττῃ καὶ ἐοικυῖαν νήσῳ· εἴρηται γὰρ ὅτι καὶ τῇ αἰσθήσει καὶ τῷ λόγῳ δείκνυται τοῦτο. εἰ δʼ
προκείσθω δὴ ἡ μὲν νῆσος ἐν τῷ λεχθέντι τετραπλεύρῳ. δεῖ δὲ λαβεῖν τὸ μέγεθος αὐτῆς τὸ φαινόμενον, ἀφελόντας ἀπὸ μὲν τοῦ ὅλου μεγέθους τῆς γῆς τὸ ἡμισφαίριον τὸ καθʼ ἡμᾶς, ἀπὸ δὲ τούτου τὸ ἥμισυ, ἀπὸ δʼ αὖ τούτου πάλιν τὸ τετράπλευρον, ἐν ᾧ δὴ τὴν οἰκουμένην κεῖσθαί φαμεν. ἀνάλογον δὲ καὶ περὶ τοῦ σχήματος ὑπολαβεῖν δεῖ τὸ φαινόμενον τοῖς ὑποκειμένοις ἐφαρμόττοντας. ἀλλʼ ἐπειδὴ τὸ μεταξὺ τοῦ ἰσημερινοῦ καὶ τοῦ ληφθέντος παραλλήλου τούτῳ πρὸς τῷ πόλῳ τμῆμα τοῦ βορείου ἡμισφαιρίου σπόνδυλός ἐστι τὸ σχῆμα, ὁ δὲ διὰ τοῦ πόλου δίχα τέμνων τὸ ἡμισφαίριον δίχα τέμνει καὶ τὸν σπόνδυλον καὶ ποιεῖ τὸ τετράπλευρον, ἔσται δῆλον ὅτι σπονδύλου ἐπιφανείας ἥμισυ τὸ τετράπλευρον, ᾧ ἐπίκειται τὸ Ἀτλαντικὸν πέλαγος, ἡ δʼ οἰκουμένη χλαμυδοειδὴς ἐν τούτῳ νῆσος, ἔλαττον ἢ ἥμισυ τοῦ τετραπλεύρου μέρος οὖσα. φανερὸν δὲ τοῦτο ἔκ τε γεωμετρίας καὶ τοῦ πλήθους τῆς περικεχυμένης θαλάττης, καλυπτούσης τὰ ἄκρα τῶν ἠπείρων ἑκατέρωθεν καὶ συναγούσης εἰς μύουρον σχῆμα, καὶ τρίτου τοῦ μήκους καὶ πλάτους τοῦ μεγίστου, ὧν τὸ μὲν ἑπτὰ μυριάδων σταδίων ἐστίν,
τούτοις δὲ συνῳδά πώς ἐστι καὶ τὰ ὑπὸ Ἱππάρχου λεγόμενα· φησὶ γὰρ ἐκεῖνος, ὑποθέμενος τὸ μέγεθος τῆς γῆς ὅπερ εἶπεν Ἐρατοσθένης, ἐντεῦθεν δεῖν ποιεῖσθαι τὴν τῆς οἰκουμένης ἀφαίρεσιν· οὐ γὰρ πολὺ διοίσειν πρὸς τὰ φαινόμενα τῶν οὐρανίων καθʼ ἑκάστην τὴν οἴκησιν οὕτως ἔχειν τὴν ἀναμέτρησιν, ἢ ὡς οἱ ὕστερον ἀποδεδώκασιν. ὄντος δὴ κατʼ Ἐρατοσθένη τοῦ ἰσημερινοῦ κύκλου σταδίων μυριάδων πέντε καὶ εἴκοσι καὶ δισχιλίων, τὸ τεταρτημόριον εἴη ἂν ἓξ μυριάδες καὶ τρισχίλιοι· τοῦτο δέ ἐστι τὸ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν πόλον πεντεκαίδεκα ἑξηκοντάδων, οἵων ἐστὶν ὁ ἰσημερινὸς ἑξήκοντα, τὸ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἐπὶ τὸν θερινὸν τροπικὸν τεττάρων· οὗτος δʼ ἐστὶν ὁ διὰ Συήνης γραφόμενος παράλληλος. συλλογίζεται δὴ τὰ καθʼ ἕκαστα διαστήματα ἐκ τῶν φαινομένων μέτρων· τὸν μὲν γὰρ τροπικὸν κατὰ Συήνην κεῖσθαι συμβαίνει, διότι ἐνταῦθα κατὰ τὰς θερινὰς τροπὰς ἄσκιός ἐστιν ὁ γνώμων μέσης ἡμέρας· ὁ δὲ διὰ τῆς Συήνης μεσημβρινὸς γράφεται μάλιστα διὰ τῆς τοῦ Νείλου ῥύσεως ἀπὸ Μερόης ἕως Ἀλεξανδρείας· στάδιοι δʼ εἰσὶν οὗτοι περὶ μυρίους· κατὰ μέσον δὲ τὸ διάστημα τὴν Συήνην ἱδρῦσθαι συμβαίνει, ὥστʼ ἐντεῦθεν ἐπὶ Μερόην πεντακισχίλιοι. προϊόντι δʼ ἐπʼ εὐθείας ὅσον τρισχιλίους σταδίους ἐπὶ μεσημβρίαν