Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
τὸ μέντοι τὴν Μαυρουσίαν εὐδαίμονα εἶναι χώραν πλὴν ὀλίγης ἐρήμου, καὶ ποταμοῖς τε καὶ λίμναις κεχορηγῆσθαι παρὰ πάντων ὁμολογεῖται.
p.1153
μεγαλόδενδρός τε καὶ πολύδενδρος ὑπερβαλλόντως ἐστὶ καὶ πάμφορος· τὰς γοῦν μονοξύλους τραπέζας ποικιλωτάτας καὶ μεγίστας ἐκείνη τοῖς Ῥωμαίοις χορηγεῖ. τοὺς δὲ ποταμοὺς ἔχειν φασὶ καὶ κροκοδείλους καὶ ἄλλα γένη ζῴων ἐμφερῆ τοῖς ἐν τῷ Νείλῳ· τινὲς δὲ καὶ τὰς τοῦ Νείλου πηγὰς πλησιάζειν οἴονται τοῖς ἄκροις τῆς Μαυρουσίας. ἐν ποταμῷ δέ τινι γεννᾶσθαι βδέλλας ἑπταπήχεις, κατατετρημένα ἐχούσας τὰ βραγχία διʼ ὧν ἀναπνέουσι. καὶ ταῦτα δὲ λέγουσι περὶ τῆς χώρας ὅτι ἄμπελος φύεται δυσὶν ἀνδράσι τὸ πάχος δυσπερίληπτος, βότρυν πηχυαῖόν πως ἀποδιδοῦσα· βοτάνη τε ὑψηλὴ πᾶσα καὶ λάχανον * νεαρὸν καὶ δρακόντιον, οἱ δὲ τῶν σταφυλίνων καυλοὶ καὶ ἱππομαράθου καὶ σκολύμων δωδεκαπήχεις, τὸ δὲ πάχος παλαιστῶν τεττάρων· καὶ δρακόντων δὲ καὶ ἐλεφάντων καὶ δορκάδων καὶ βουβάλων καὶ τῶν παραπλησίων ζῴων, λεόντων τε καὶ παρδάλεων, παντοδαπὴ τροφὸς ἡ χώρα ἐστί. φέρει δὲ καὶ γαλᾶς αἰλούροις ἴσας καὶ ὁμοίας πλὴν ὅτι τὰ ῥύγχη προπέπτωκε μᾶλλον, πιθήκων τε πάμπολυ πλῆθος, περὶ ὧν καὶ Ποσειδώνιος εἴρηκεν ὅτι πλέων ἐκ Γαδείρων εἰς τὴν Ἰταλίαν προσενεχθείη τῇ Λιβυκῇ παραλίᾳ καὶ ἴδοι τῶν θηρίων μεστόν τινα τούτων ἁλιτενῆ δρυμόν, τῶν μὲν ἐπὶ τοῖς δένδρεσι τῶν δʼ ἐπὶ γῆς, ἐχόντων ἐνίων καὶ σκύμνους καὶ ἐπεχόντων μαστόν· γελᾶν οὖν ὁρῶν βαρυμάστους, ἐνίους δὲ φαλακρούς, τοὺς δὲ κηλήτας καὶ ἄλλα τοιαῦτα ἐπιφαίνοντας σίνη.̔υπὲρ ταύτης δʼ ἐστὶν ἐπὶ τῇ ἔξω θαλάττῃ ἡ τῶν ἑσπερίων καλουμένων Αἰθιόπων χώρα κακῶς οἰκουμένη τὸ πλέον. ἐνταῦθα δὲ καὶ καμηλοπαρδάλεις φησὶν * Ἰφικράτης γεννᾶσθαι καὶ ἐλέφαντας καὶ τοὺς καλουμένους ῥίζεις, οἳ ταυροειδεῖς μέν εἰσι τὴν μορφήν,
p.1154
κατὰ δὲ τὴν δίαιταν καὶ τὸ μέγεθος καὶ τὴν ἀλκὴν τὴν πρὸς μάχην ἐλέφασιν ἐοίκασι· δράκοντάς τε λέγει μεγάλους ὥστε καὶ πόαν ἐπιπεφυκέναι· τοὺς δὲ λέοντας τοῖς πώλοις τῶν ἐλεφάντων ἐπιτίθεσθαι, αἱμάξαντας δὲ φεύγειν ἐπιουσῶν τῶν μητέρων· τὰς δʼ ἐπειδὰν ἴδωσιν ᾑμαγμένους, κτείνειν. ἐπανιόντας δὲ τοὺς λέοντας ἐπὶ τὰ πτώματα νεκροφαγεῖν. Βόγον δὲ τὸν βασιλέα τῶν Μαυρουσίων ἀναβάντα ἐπὶ τοὺς ἑσπερίους Αἰθίοπας καταπέμψαι τῇ γυναικὶ δῶρα καλάμους τοῖς Ἰνδικοῖς ὁμοίους, ὧν ἕκαστον γόνυ χοίνικας χωροῦν ὀκτώ· καὶ ἀσπαράγων δʼ ἐμφερῆ μεγέθη.