Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
μετὰ δὲ τὸν Ἀρσινοΐτην καὶ τὸν Ἡρακλεωτικὸν νομὸν Ἡρακλέους πόλις, ἐν ᾗ ὁ ἰχνεύμων τιμᾶται ὑπεναντίως τοῖς Ἀρσινοΐταις· οἱ μὲν γὰρ τοὺς κροκοδείλους τιμῶσι, καὶ διὰ τοῦτο ἥ τε διῶρυξ αὐτῶν ἐστι μεστὴ τῶν κροκοδείλων καὶ ἡ τοῦ Μοίριδος λίμνη·
̔εξῆς δʼ ἐστὶν ὁ Κυνοπολίτης νομὸς καὶ Κυνῶν πόλις, ἐν ᾗ ὁ Ἄνουβις τιμᾶται καὶ τοῖς κυσὶ τιμὴ καὶ σίτισις τέτακταί τις ἱερά. ἐν δὲ τῇ περαίᾳ Ὀξύρυγχος πόλις καὶ νομὸς ὁμώνυμος· τιμῶσι δὲ τὸν ὀξύρυγχον καὶ ἔστιν αὐτοῖς ἱερὸν ὀξυρύγχου, καίτοι καὶ τῶν ἄλλων Αἰγυπτίων κοινῇ τιμώντων τὸν ὀξύρυγχον. τινὰ μὲν γὰρ τῶν ζῴων ἅπαντες κοινῇ τιμῶσιν Αἰγύπτιοι, καθάπερ τῶν μὲν πεζῶν τρία, βοῦν κύνα αἴλουρον, τῶν δὲ πτηνῶν δύο, ἱέρακα καὶ ἶβιν, τῶν δʼ ἐνύδρων δύο, λεπιδωτὸν ἰχθὺν καὶ ὀξύρυγχον· ἄλλα δʼ ἐστὶν ἃ τιμῶσι καθʼ ἑαυτοὺς ἕκαστοι, καθάπερ Σα̈ῖται πρόβατον καὶ Θηβα̈ῖται, λάτον δὲ τῶν ἐν τῷ Νείλῳ τινὰ ἰχθὺν Λατοπολῖται, λύκον τε Λυκοπολῖται, κυνοκέφαλον δὲ Ἑρμοπολῖται, κῆβον δὲ Βαβυλώνιοι οἱ κατὰ Μέμφιν· ἔστι δʼ ὁ κῆβος τὸ μὲν πρόσωπον ἐοικὼς σατύρῳ, τἆλλα δὲ κυνὸς καὶ ἄρκτου μεταξύ, γεννᾶται δʼ ἐν Αἰθιοπίᾳ· ἀετὸν δὲ Θηβαῖοι, λέοντα δὲ Λεοντοπολῖται, αἶγα δὲ καὶ τράγον Μενδήσιοι, μυγαλῆν δὲ Ἀθριβῖται, ἄλλοι δʼ ἄλλο τι· τὰς δʼ αἰτίας οὐχ ὁμολογουμένας λέγουσιν.