Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

τοιαύταις δή τισιν ἀφορμαῖς ὁ ποιητὴς χρησάμενος τὰ μὲν ὁμολογεῖ τοῖς ἱστορουμένοις, προσμυθεύει δὲ τούτοις, ἔθος τι φυλάττων καὶ κοινὸν καὶ ἴδιον. ὁμολογεῖ μέν, ὅταν Αἰήτην ὀνομάζῃ, καὶ τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ λέγῃ, καὶ παρὰ τὴν Αἶαν τὴν Αἰαίην πλάττῃ, καὶ τὸν Εὔνεων ἐν Λήμνῳ καθιδρύῃ, καὶ ποιῇ τῷ Ἀχιλλεῖ φίλην τὴν νῆσον, καὶ παρὰ τὴν Μήδειαν τὴν Κίρκην φαρμακίδα ποιῇ αὐτοκασιγνήτην ὀλοόφρονος Αἰήταο· προσμυθοποιεῖ δὲ τὸν ἐξωκεανισμὸν τὸν κατὰ τὴν πλάνην συμβάντα τὴν ἀπʼ ἐκείνου τοῦ πλοῦ. ἐπεὶ κἀκεῖνο ὑποκειμένων μὲν τούτων εὖ λέγεται Ἀργὼ πασιμέλουσα, ὡς ἐν γνωρίμοις τόποις καὶ εὐανδροῦσι τῆς ναυστολίας γενομένης· εἰ δʼ, ὥσπερ ὁ Σκήψιός φησι παραλαβὼν μάρτυρα Μίμνερμον, ὃς ἐν τῷ ὠκεανῷ ποιήσας τὴν οἴκησιν τοῦ Αἰήτου πρὸς ταῖς ἀνατολαῖς ἐκτὸς πεμφθῆναί φησιν ὑπὸ τοῦ Πελίου τὸν Ἰάσονα καὶ κομίσαι τὸ δέρος, οὔτʼ ἂν ἡ ἐπὶ τὸ δέρος ἐκεῖσε πομπὴ πιθανῶς λέγοιτο εἰς ἀγνῶτας καὶ ἀφανεῖς τόπους, οὔθʼ ὁ διʼ ἐρήμων καὶ ἀοίκων καὶ καθʼ ἡμᾶς τοσοῦτον ἐκτετοπισμένων πλοῦς οὔτʼ ἔνδοξος οὔτε πασιμέλων.[*](post πασιμέλων· οὐδέ κοτʼ ἂν μέγα κῶας ἀνήγαγεν αὐτὸς Ἰήσων ἐξ Αἴης, τελέσας ἀλγινόεσσαν ὁδόν, ὑβριστῇ Πελίῃ τελέων χαλεπηρὲς ἄεθλον, οὐδʼ ἂν ἐπʼ ὠκεανοῦ καλὸν ἵκοντο ῥόον· καὶ ὑποβάς Αἰήταο πόλιν, τόθι τʼ ὠκέος ἠελίοιο ἀκτῖνες χρυσέῳ κείαται ἐν θαλάμῳ ὠκεανοῦ παρὰ χείλεσʼ, ἵνʼ ᾤχετο θεῖος Ἰήσων. )

οὐδὲ τοῦτʼ εὖ Ἐρατοσθένης, ὅτι ἀνδρῶν οὐκ ἐξίων μνήμης ἐπὶ πλέον μέμνηται, τὰ μὲν ἐλέγχων τὰ

p.61
δὲ πιστεύων καὶ μάρτυσι χρώμενος αὐτοῖς, οἷον Δαμάστῃ καὶ τοιούτοις ἄλλοις. καὶ γὰρ εἴ τι λέγουσιν ἀληθές, οὐ μάρτυσί γε ἐκείνοις χρηστέον περὶ αὐτοῦ, οὐδὲ πιστευτέον διὰ τοῦτο· ἀλλʼ ἐπὶ τῶν ἀξιολόγων ἀνδρῶν μόνων τῷ τοιούτῳ τρόπῳ χρηστέον, οἳ πολλὰ μὲν εἰρήκασιν εὖ, πολλὰ δὲ καὶ παραλελοίπασιν ἢ οὐχ ἱκανῶς ἐξεῖπον, οὐδὲν δʼ ἐψευσμένως. ὁ δὲ Δαμάστῃ χρώμενος μάρτυρι οὐδὲν διαφέρει τοῦ καλοῦντος μάρτυρα τὸν Βεργαῖον[*](post Βεργαῖον· ἢ τον Μεσσήνιον) Εὐήμερον καὶ τοὺς ἄλλους, οὓς αὐτὸς εἴρηκε διαβάλλων τὴν φλυαρίαν. καὶ τούτου δʼ ἕνα τῶν λήρων αὐτὸς λέγει, τὸν μὲν Ἀράβιον κόλπον λίμνην ὑπολαμβάνοντος εἶναι, Διότιμον δὲ τὸν Στρομβίχου πρεσβείας Ἀθηναίων ἀφηγούμενον διὰ τοῦ Κύδνου ἀναπλεῦσαι ἐκ τῆς Κιλικίας ἐπὶ τὸν Χοάσπην ποταμόν, ὃς παρὰ τὰ Σοῦσα ῥεῖ, καὶ ἀφικέσθαι τετταρακοσταῖον εἰς Σοῦσα· ταῦτα δʼ αὐτῷ διηγήσασθαι αὐτὸν τὸν Διότιμον. εἶτα θαυμάζειν εἰ τὸν Εὐφράτην καὶ τὸν Τίγριν ἦν δυνατὸν διακόψαντα τὸν Κύδνον εἰς τὸν Χοάσπην ἐκβαλεῖν.