Geography

Strabo

Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.

μηνύει δὲ καὶ Ἔφορος τὴν παλαιὰν περὶ τῆς Αἰθιοπίας δόξαν, ὅς φησιν ἐν τῷ περὶ τῆς Εὐρώπης λόγῳ, τῶν περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν τόπων εἰς τέτταρα μέρη διῃρημένων, τὸ πρὸς τὸν ἀπηλιώτην

p.44
Ἰνδοὺς ἔχειν, πρὸς νότον δὲ Αἰθίοπας, πρὸς δύσιν δὲ Κελτούς, πρὸς δὲ βορρᾶν ἄνεμον Σκύθας. προστίθησι δʼ ὅτι μείζων ἡ Αἰθιοπία καὶ ἡ Σκυθία· δοκεῖ γάρ, φησί, τὸ τῶν Αἰθιόπων ἔθνος παρατείνειν ἀπʼ ἀνατολῶν χειμερινῶν μέχρι δυσμῶν, ἡ Σκυθία δʼ ἀντίκειται τούτῳ. ὅτι δʼ ὁ ποιητὴς ὁμόλογος τούτοις, καὶ ἐκ τῶνδε δῆλον ὅτι ἡ μὲν Ἰθάκη κεῖται πρὸς ζόφον (ὅπερ ἐστὶ πρὸς ἄρκτον), αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε. ὅλον τὸ νότιον πλευρὸν οὕτω λέγων. καὶ ἔτι, ὅταν φῇ· εἴτʼ ἐπὶ δέξιʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα. καὶ πάλιν ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠώς, οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, οὐδʼ ὅπῃ ἀννεῖται. περὶ ὧν λέγεται καὶ ἐν τοῖς περὶ τῆς Ἰθάκης λόγοις σαφέστερον. ὅταν οὖν φῇ Ζεὺς γὰρ ἐς ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη, κοινότερον δεκτέον καὶ τὸν ὠκεανὸν τὸν καθʼ ὅλον τὸ μεσημβρινὸν κλίμα τεταμένον καὶ τοὺς Αἰθίοπας· ᾧ γὰρ ἂν τόπῳ τοῦδε τοῦ κλίματος προσβάλῃς τὴν διάνοιαν, καὶ ἐπὶ τῷ ὠκεανῷ ἔσῃ καὶ ἐπὶ τῇ Αἰθιοπίᾳ. οὕτω δὲ λέγει καὶ τὸ τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν, ἴσον τῷ ἀπὸ μεσημβρινῶν τόπων, Σολύμους λέγων οὐ τοὺς ἐν τῇ Πισιδίᾳ, ἀλλʼ ὡς ἔφην πρότερον πλάσαι τινὰς ὁμωνύμους, τοὺς ἀναλόγως ἔχοντας πρός τε τὸν πλέοντα ἐν τῇ σχεδίᾳ καὶ τοὺς ἐκεῖ μεσημβρινούς, ὡς ἂν Αἰθίοπας, ὡς οἱ Πισιδικοὶ πρός τε τὸν Πόντον καὶ τοὺς ὑπὲρ τῆς Αἰγύπτου Αἰθίοπας. οὕτω δὲ καὶ τὸν περὶ τῶν γεράνων λόγον κοινὸν ποιούμενός φησιν αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον, κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων, ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι. οὐ γὰρ ἐν μὲν τοῖς
p.45
κατὰ τὴν Ἑλλάδα τόποις ὁρᾶται φερομένη ἡ γέρανος ἐπὶ τὴν μεσημβρίαν, ἐν δὲ τοῖς κατὰ τὴν Ἰταλίαν ἢ Ἰβηρίαν οὐδαμῶς ἢ τοῖς κατὰ τὴν Κασπίαν καὶ Βακτριανήν. κατὰ πᾶσαν οὖν τὴν μεσημβρινὴν παραλίαν τοῦ ὠκεανοῦ παρατείνοντος, ἐφʼ ἅπασαν δὲ καὶ χειμοφυγούντων, δέχεσθαι δεῖ καὶ τοὺς Πυγμαίους μεμυθευμένους κατὰ πᾶσαν. εἰ δʼ οἱ ὕστερον τοὺς Αἰθίοπας ἐπὶ τοὺς κατʼ Αἴγυπτον μόνους μετήγαγον καὶ τὸν περὶ τῶν Πυγμαίων λόγον, οὐδὲν ἂν εἴη πρὸς τὰ πάλαι. καὶ γὰρ Ἀχαιοὺς καὶ Ἀργείους οὐ πάντας μὲν νῦν φαμεν τοὺς στρατεύσαντας ἐπὶ Ἴλιον, Ὅμηρος δὲ καλεῖ πάντας. παραπλήσιον δέ ἐστιν ὃ λέγω καὶ περὶ τῶν δίχα διῃρημένων Αἰθιόπων, ὅτι δεῖ δέχεσθαι τοὺς παρʼ ὅλην διατείνοντας τὴν ὠκεανῖτιν ἀφʼ ἡλίου ἀνιόντος μέχρι ἡλίου δυομένου. οἱ γὰρ οὕτω λεγόμενοι Αἰθίοπες δίχα διῄρηνται φυσικῶς τῷ Ἀραβίῳ κόλπῳ, ὡς ἂν μεσημβρινοῦ κύκλου τμήματι ἀξιολόγῳ, ποταμοῦ δίκην ἐν μήκει σχεδόν τι καὶ πεντακισχιλίων σταδίων ἐπὶ τοῖς μυρίοις, πλάτει δʼ οὐ πολὺ τῶν χιλίων μείζονι τῷ μεγίστῳ· πρόσεστι δὲ τῷ μήκει καὶ τὸ τὸν μυχὸν τοῦδε τοῦ κόλπου διέχειν τῆς κατὰ Πηλούσιον θαλάττης τριῶν ἢ τεττάρων ἡμερῶν ὁδόν, ἣν ἐπέχει ὁ ἰσθμός. καθάπερ οὖν οἱ χαριέστεροι τῶν διαιρούντων τὴν Ἀσίαν ἀπὸ τῆς Λιβύης ὅρον εὐφυέστερον ἡγοῦνται τοῦτον τῶν ἠπείρων ἀμφοῖν τὸν κόλπον ἢ τὸν Νεῖλον· τὸν μὲν γὰρ διήκειν παρʼ ὀλίγον παντελῶς ἀπὸ θαλάττης ἐπὶ θάλατταν, τὸν δὲ Νεῖλον πολλαπλάσιον ἀπὸ τοῦ ὠκεανοῦ διέχειν, ὥστε μὴ διαιρεῖν τὴν Ἀσίαν πᾶσαν ἀπὸ τῆς Λιβύης· τοῦτον ὑπολαμβάνω τὸν τρόπον κἀγὼ τὰ μεσημβρινὰ μέρη πάντα καθʼ ὅλην τὴν οἰκουμένην δίχα διῃρῆσθαι νομίσαι τὸν
p.46
ποιητὴν τῷ κόλπῳ τούτῳ. πῶς οὖν ἠγνόει τὸν ἰσθμόν, ὃν οὗτος ποιεῖ πρὸς τὸ Αἰγύπτιον πέλαγος;

καὶ γὰρ δὴ καὶ τελέως ἄλογον, εἰ τὰς μὲν Αἰγυπτίους Θήβας ᾔδει σαφῶς, αἳ διέχουσι τῆς καθʼ ἡμᾶς θαλάττης σταδίους μικρὸν ἀπολείποντας ἀπὸ τῶν πεντακισχιλίων, τὸν δὲ μυχὸν τοῦ Ἀραβίου κόλπου μὴ ᾔδει, μηδὲ τὸν ἰσθμὸν τὸν κατʼ αὐτόν, πλάτος ἔχοντα οὐ πλειόνων ἢ χιλίων σταδίων· πολὺ δʼ ἂν ἀλογώτερον δόξειεν, εἰ τὸν μὲν Νεῖλον ᾔδει ὁμωνύμως τῇ τοσαύτῃ χώρᾳ λεγόμενον, τὴν δʼ αἰτίαν μὴ ἑώρα τούτου· μάλιστα γὰρ ἂν προσπίπτοι τὸ ῥηθὲν ὑφʼ Ἡροδότου διότι δῶρον ἦν ἡ χώρα τοῦ ποταμοῦ καὶ διὰ τοῦτο ἠξιοῦτο τοῦ αὐτοῦ ὀνόματος. ἄλλως τε τῶν παρʼ ἑκάστοις ἰδίων ταῦτʼ ἐστὶ γνωριμώτατα, ἃ καὶ παραδοξίαν ἔχει τινά, καὶ ἐν τῷ φανερῷ πᾶσίν ἐστι· τοιοῦτον δʼ ἐστὶ καὶ ἡ τοῦ Νείλου ἀνάβασις καὶ ἡ πρόσχωσις τοῦ πελάγους. καὶ καθάπερ οἱ προσαχθέντες πρὸς τὴν Αἴγυπτον οὐδὲν πρότερον ἱστοροῦσι περὶ τῆς χώρας, ἢ τὴν τοῦ Νείλου φύσιν διὰ τὸ τοὺς ἐπιχωρίους μήτε καινότερα τούτων λέγειν ἔχειν πρὸς ἄνδρας ξένους, μήτʼ ἐπιφανέστερα περὶ τῶν παρʼ αὐτοῖς· τῷ γὰρ ἱστορήσαντι περὶ τοῦ ποταμοῦ κατάδηλος καὶ ἡ χώρα γίνεται πᾶσα ὁποία τίς ἐστιν· οὕτω καὶ οἱ πόρρωθεν ἀκούοντες οὐδὲν πρότερον ἱστοροῦσι τούτου. προστίθει οὖν τούτῳ καὶ τὸ φιλείδημον τοῦ ποιητοῦ καὶ τὸ φιλέκδημον, ὅπερ αὐτῷ μαρτυροῦσιν ὅσοι τὸν βίον ἀναγράφουσι, καὶ ἐξ αὐτῶν δὲ λαμβάνεται τῶν ποιημάτων πολλὰ παραδείγματα τοῦ τοιούτου. οὗτος μὲν οὖν ἐκ πλεόνων ἐλέγχεται καὶ εἰδὼς καὶ λέγων ῥητῶς τὰ ῥητὰ καὶ σιγῶν τὰ λίαν ἐκφανῆ ἢ ἐπιθέτως λέγων.