Geography
Strabo
Strabo. Strabonis Geographica, Volumes 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
καὶ τοῦτο καὶ ἐν μικροῖς μὲν δῆλόν ἐστιν, οἷον ἐν τοῖς κυνηγεσίοις· ἄμεινον γὰρ ἂν θηρεύσειέ τις εἰδὼς τὴν ὕλην ὁποία τις καὶ πόση, καὶ στρατοπεδεῦσαι δὲ καλῶς ἐν χωρίῳ τοῦ εἰδότος ἐστὶ καὶ ἐνεδρεῦσαι καὶ ὁδεῦσαι· ἀλλʼ ἐν τοῖς μεγάλοις ἐστὶ τηλαυγέστερον, ὅσῳπερ καὶ τὰ ἆθλα μείζω τὰ τῆς ἐμπειρίας καὶ τὰ σφάλματα τὰ ἐκ τῆς ἀπειρίας. ὁ μέντοι Ἀγαμέμνονος στόλος τὴν Μυσίαν ὡς τὴν Τρῳάδα πορθῶν ἐπαλινδρόμησεν αἰσχρῶς. Πέρσαι δὲ καὶ Λίβυες τοὺς πορθμοὺς ὑπονοήσαντες εἶναι τυφλοὺς στενωπούς, ἐγγὺς μὲν ἦλθον κινδύνων μεγάλων, τρόπαια δὲ τῆς ἀγνοίας κατέλιπον, οἱ μὲν τὸν τοῦ Σαλγανέως τάφον πρὸς τῷ εὐρίπῳ τῷ Χαλκιδικῷ τοῦ σφαγέντος ὑπὸ τῶν Περσῶν ὡς καθοδηγήσαντος φαύλως ἀπὸ Μαλιέων ἐπὶ τὸν εὔριπον τὸν στόλον, οἱ δὲ τὸ τοῦ Πελώρου μνῆμα καὶ τούτου διαφθαρέντος κατὰ τὴν ὁμοίαν αἰτίαν· πλήρης τε ναυαγίων ἡ Ἑλλὰς ὑπῆρξε κατὰ τὴν Ξέρξου στρατείαν. καὶ ἡ τῶν Αἰολέων δὲ καὶ ἡ τῶν Ἰώνων ἀποικία πολλὰ τοιαῦτα πταίσματα παραδέδωκεν. ὁμοίως δὲ καὶ κατορθώματα, ὅπου τι κατορθωθῆναι συνέβη παρὰ τὴν ἐμπειρίαν τῶν τόπων· καθάπερ ἐν τοῖς περὶ Θερμοπύλας στενοῖς ὁ Ἐφιάλτης λέγεται δείξας τὴν διὰ τῶν ὀρῶν ἀτραπὸν τοῖς Πέρσαις ὑποχειρίους αὐτοῖς ποιῆσαι τοὺς περὶ Λεωνίδαν καὶ δέξασθαι τοὺς βαρβάρους εἴσω Πυλῶν. ἐάσας δὲ τὰ παλαιὰ τὴν νῦν Ῥωμαίων στρατείαν ἐπὶ Παρθυαίους ἱκανὸν ἡγοῦμαι
τὸ μὲν δὴ πλέον, ὥσπερ εἴρηται, πρὸς τοὺς ἡγεμονικοὺς βίους καὶ τὰς χρείας ἐστίν. ἔστι δὲ καὶ τῆς ἠθικῆς φιλοσοφίας καὶ πολιτικῆς τὸ πλέον περὶ τοὺς ἡγεμονικοὺς βίους. σημεῖον δέ· τὰς γὰρ τῶν πολιτειῶν διαφορὰς ἀπὸ τῶν ἡγεμονιῶν διακρίνομεν, ἄλλην μὲν ἡγεμονίαν τιθέντες τὴν μοναρχίαν, ἣν καὶ βασιλείαν καλοῦμεν, ἄλλην δὲ τὴν ἀριστοκρατίαν, τρίτην δὲ τὴν δημοκρατίαν. τοσαύτας δὲ καὶ τὰς πολιτείας νομίζομεν, ὁμωνύμως καλοῦντες ὡς ἂν ἀπʼ ἐκείνων τὴν ἀρχὴν ἐχούσας τῆς εἰδοποιίας· ἄλλος γὰρ νόμος τὸ τοῦ βασιλέως πρόσταγμα, ἄλλος δὲ τὸ τῶν ἀρίστων καὶ τὸ τοῦ δήμου. τύπος δὲ καὶ σχῆμα πολιτείας ὁ νόμος. διὰ τοῦτο δὲ καὶ τὸ δίκαιον εἶπόν τινες τὸ τοῦ κρείττονος συμφέρον. εἴπερ οὖν ἡ πολιτικὴ φιλοσοφία περὶ τοὺς ἡγεμόνας τὸ πλέον ἐστίν, ἔστι δὲ καὶ ἡ γεωγραφία περὶ τὰς ἡγεμονικὰς χρείας, ἔχοι ἄν τι πλεονέκτημα καὶ αὕτη παρὰ τοῦτο.