Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)

Diogenianus of Heraclea

Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.

Πρίν κε δύο ἐχῖνοι εἰς φιλίαν ἔλθητον, ὁ μὲν ἐκ πελάγους, ὁ δ’ ἐκ χέρσου: ἐπὶ τοῦ ἀδυνάτου καὶ ἀνομοίου.

Προβάλλοντες κυσὶν ἄρνας: ἐπὶ τῶν τοὺς ἀπράγμονας παραδιδόντων συκοφάνταις.

Πρίν κε λύκος ὄϊν ποιμάνῃ: ἐπὶ τοῦ ἀδυνάτου.

Πραότερος περιστερᾶς: ἐπὶ τῶν ἐπιεικῶν.

Πρὸς Κᾶρα καρίζεις: ὡς καὶ τὸ, Πρὸς Κρῆτα κρητίζεις. Καὶ, Μεγαρικὰ δάκρυα.

Πρὸς σῆμα μητρυιᾶς κλαίεεν: ἐπὶ τῶν προςποιουμένων κλαίειν ἀφροντίστως τε κλαιόντων.

Πόντον σπείρειν: ἐπὶ τῶν μάτην πονούντων.

Ποταμῷ μεγάλῳ ὀχετὸν ἐπάγει: ἐπὶ τῶν ματαιοπονούντων ἢ ματαιολογούντων,

Ποικιλώτερος ὕδρας: ἐπὶ τῶν δολερῶν.

Ποταμὸς τὰ πόῤῥω ποτίζων, τὰ δ’ ἔγγιον καταλείπει: ἐπὶ τῶν τοὺς ξένους εὐεργετούντων, τῶν οἰκείων δὲ ἀμελούντων.

Πονηρὰ κατὰ τρυγόνα ψάλλεις: ἐπὶ τῶν μοχθηρῶς καὶ ἐπιπόνως ζώντων.

Πολλοὶ στρατηγοὶ Καρίαν ἀπώλεσαν: ἐπὶ τῶν μὴ ὁμογνωμονούντων.

Πολύποδος ὁμοιότης: πρὸς τοὺς ἐξομοιοῦντας ἑαυτοὺς οἷς βούλονται.

Ποταμὸς θαλάττῃ ἐρίζει: ἐπὶ τοῦ ἀδυνάτου.

Πόλεμος δὲ Κόνωνι μελήσει: ἐπὶ τῶν περὶ τῶν ἀλλοτρίων φροντιζόντων.

Πουλύποδος κεφαλῇ ἔνι μὲν κακὸν, ἐν δὲ καὶ ἐσθλόν: ἐπὶ τῶν συμμίκτων ὄντων καὶ μετεχόντων κακότητος ἢ ἀγαθότητος. Τοῦ γὰρ πολύποδος ἡ κεφαλὴ ζῶσα μὲν δάκνει τοὺς προςιόντας, θανοῦσα δέ ἐστιν ἐδώδιμος.

Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται: ἐπὶ τῶν δυςαλώτων καὶ δυςκατεργάστων.

Πόῤῥω Διός τε καὶ κεραυνοῦ: παραινετικὴ ὅτι δεῖ φεύγειν τοὺς τυράννους ὡς ἀπὸ κεραυνοῦ.

Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις: πρὸς τοὺς οἰομένους τὸ θεῖον κατασοφίζεσθαι.

Πολλαὶ κυνὸς ἄρσενος εὐναί: ἐπὶ τῶν κατωφερῶν πρὸς συνουσίαν.