Paroemiae (epitome operis sub nomine Diogeniani) (e cod. Mazarinco)
Diogenianus of Heraclea
Diogenianus of Heraclea. Corpus paroemiographorum Graecorum, Vol. 1. Leutsch, Ernst von; Schneidewin, Friedrich Wilhelm, editors. Göttingen: Vandenhoeck and Ruprecht, 1839.
Οὐ φροντὶς Ἱπποκλείδῃ: Ἱπποκλείδης μετὰ ἄλλων ἐμνηστεύετό τινα· τοῦ δὲ Κλεισθένους εἰπόντος, Ἐξορχῇ τὸν γάμον· Οὐ φροντὶς, ἀπεκρίνατο. Εἶπε δὲ τὸ Ἐξορχῇ, ἐπειδὴ ἐκεῖνος ἐν τῷ γάμῳ ἐκυβίστα.
Ὁ φαλλὸς τῷ θεῷ: ἐπὶ τῶν ἀπονεμόντων ἐνίοις τὰ εἰκότα καὶ πρόςφορα.
Οἰταῖος δαίμων: ὃς ὕβριν καὶ ὑπερηφανείαν ἐμίσησεν.
Οὐκ ἐπαινεθείης οὐδ’ ἐν περιδείπνῳ: ἐπὶ τῶν μηδενὸς ἀξίων· εἰώθασι γὰρ ἐν τοῖς περιδείπνοις τὸν τελευτήσαντα ἐπαινεῖν, καὶ εἰ φαῦλος ἦν.
Ὁ κνὶψ ἐν χώρᾳ: ἐπὶ τῶν ταχέως μεταπιπτόν των. Κνὶψ γάρ ἐστι θηρίον ξυλοφάγον.
Οἶδα Σίμωνα, καὶ Σίμων ἐμέ: δύο ἐγένοντο ἡγεμόνες, Νίκων καὶ Σίμων. Ὑπερίσχυσε δὲ ὁ Σίμων κακοτροπώτατος ὢν, ὥστε καὶ τὴν ἐπὶ Νίκωνα φήμην ἀπαλεῖψαι. Λεχθείη δ’ ἂν ἡ παροιμία ἐπὶ τῶν ἀλλήλους ἐπὶ κακίᾳ γινωσκόντων.
Ὁ ἄπληστος πίθος: οὗτος λέγεται ἐν Ἅιδου εἶναι.
Οἶνος καὶ ἀλήθεια: Εὔανδρος παρὰ τοῖς Πέρσαις φησὶν οὐ βασάνοις ἐξετάζεσθαι, ἀλλὰ μεθυσκομένους.
Οἴκοθεν ὁ μάρτυς: ἐπὶ τῶν καθ’ ἑαυτῶν μάρτύρας φερόντων.
Ὄνῳ τις ἔλεγε μῦθον, ὁ δὲ τὰ ὦτα ἐκίνει: εἰς ἀναισθησίαν τινῶν.
Ὁ Κρὴς τὸν Κρῆτα: ἐπὶ τῶν ὁμοιοτρόπων.
Ὄνος ἐν μελίσσαις ἐπὶ τῶν ἐν κακοῖς περιπεσόντων.
Ὄνος λύρας ἀκούων: ἐπὶ τῶν ἀπαιδεύτων.
Ὃς αὑτὸν οὐκ ἔχει, Σάμον θέλει: ** Ἀθηναίων ἀξιούντων, ὅτε παρέδωκαν τὸ ἄστυ αὐτῶν, Σάμον ἐν αὐτοῖς ἐᾶσαι, εἶπον τοῦτο.
Οἴκοι μένειν δεῖ τὸν καλῶς εὐδαίμονα:
Οἱ φῶρες τὴν βοήν: ἤτοι δεδοίκασιν.
Ὁμοιότερος σύκου: τοῦτο παραπαίζει διὰ τὴν ἐμφέρειαν τῶν συκῶν.
Οὐδὲν πέπονθας δεινὸν, ἂν μὴ προςποιῇ:
Οὐκ ἔστι διθύραμβος, ἂν ὕδωρ πίῃ: ὁ γὰρ θεὸς εὑρετὴς οἴνου, ᾧ τινι ἑορτάζουσιν.
Οὐ πατρικὰ αὐλεῖ μέλη: ἐπὶ τῶν οὐχ ὁμοίως τοῖς πατράσι βιούντων.