Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Αἱ δρύες ἐμέμφοντο τῷ Διὶ λέγουσαι· Τίνος χάριν ἡμᾶς ἐποίησας, ἐπεὶ παρὰ τῶν ἀνθρώπων ἐμέλλομεν κόπτεσθαι; Ὁ δὲ πρὸς αὐτὰς ἔφη ὅτι τῆς τομῆς οὐκ ἐγώ, ἀλλ᾽ ὑμεῖς αἴτιοι· ἂν γὰρ ὑμεῖς τοὺς στελέχους οὐκ ἐβλαστάνετε, οὐκ ἂν ὑμᾶς ἐξέκοπτε πέλεκυς.

Δρυοτόμοι δρῦν ἔσχιζον. οἱ δὲ ἐξ αὐτῆς σφῆνας ποιήσαντες ἔσχιζον αὐτὴν 〈εὐκόλως). Ἡ δὲ ἔφη· Οὐ τοσοῦτον τὸν κόψαντά με πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ φυέντας σφῆνας.

῞Οτι δεινότερόν ἐστι λύπη, ὅταν τις ὑπὸ τῶν συγγενῶν πάθῃ τι ἢ παρὰ τῶν ἀλλοτρίων.

Δρῦς ὑπὸ δρυοτόμου ἐτέμνετο μὴ εὐκόλως δὲ ταύτην ἰσχύοντος ἐκτεμεῖν, διὰ σφηνὸς αὐτὴν ἐκ τῶν ἑαυτῆς σχιδάκων διαιρεῖν ἐμηχανᾶτο Ἡ δέ· Οὐ τόσον κατὰ τῆς κοπτούσης 〈ἀξίνης〉, ἔφη, βαρυθυμῶ ὅσον δὴ καθ᾽ ὑμῶν τῶν ἐξ ἐμοῦ γεννωμένων σφηνῶν.

῞Οτι ἀπαισιώτερον τὸ ὑπὸ τῶν οἰκείων πάσχειν τι δεινὸν ἢ ὑπὸ ἀλλοτρίων.

Δρυτόμοι καὶ πεύκη. Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηθέντας σφῆνας.

Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.

Πεύκη δρυτόμον ἰδοῦσα σφῆνας ἐξ αὐτῆς πεποιημένον καὶ ταύτην σχίζοντα ῥᾳδίως ἔφη· Οὐ τοσοῦτον τῷ πελέκει μέμφομαι ὅσον τοῖς ἐξ ἐμοῦ γενομένοις σφησί.