Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλβίδι ἀμηχανῶν. Εῖς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. Ὁ δὲ εἰστήκει τὴν αὑτοῦ πενίαν μεμφόμενος, δι᾽ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· Ἀλλ᾽ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς.
Ὁ μῦθος δηλοῖ ὅτι 〈οἱ〉 μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.
Αἱ δρύες κατεμέμφοντο τὸν Δία ὅτι ἐπεὶ κοπτόμεθα, τί ἡμᾶς μετὰ τῶν λοιπῶν φυτῶν ἐποίησας; Ὁ δὲ Ζεὺς εἶπεν· Ὑμεῖς αὐταὶ α ἴτιοι τῆς κοπῆς· εἰ μὴ γὰρ ὑμεῖς τὰ στελίδια ἐγεννᾶτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. ῞Οτι αἴτιοι κακῶν ἑαυτοῖς τινες ὄντες τὴν μέμψιν ἀφρόνως τῷ θεῷ ἐπιτιθέασιν.