Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Δέλφαξ καὶ ἀλώπηξ. Ὄνῳ τις ἐπιθεὶς αἶγα καὶ πρόβατον καὶ δέλφακα ἤλαυνεν εἰς ἄστυ. Τοῦ δὲ δέλφακος παρ᾽ ὅλην τὴν ὁδὸν κεκραγότος, ἀλώπηξ ἀκούσασα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾽ ἥν, τῶν λοιπῶν μεθ᾽ ἡσυχίας φερομένων, αὐτὸς μόνος βοᾷ. Ὁ δὲ ὑποτυχὼν εἶπεν· Ἀλλ᾽ ἔγωγε οὐ μάτην ὀδύρομαι· εὖ γὰρ οἶδα ὅτι τοῦ μὲν προβάτου ἔρια τε καὶ ἄρνας παρεχομένου ὁ δεσπότης ἀφέξεται· ὁμοίως δὲ καὶ τῆς αἰγὸς διὰ τοὺς τυροὺς καὶ τοὺς ἐρίφους· ἐμοὶ δὲ οὐκ ἔχων εἰς ἄλλο τι χρήσασθαι, πάντως θῦσαί με θέλει καὶ φαγεῖν.

Οὕτω καὶ τῶν ἀνθρώπων οὐ μεμπτέοι εἰσὶν ὅσοι τὰς μελλούσας προορώμενοι συμφορὰς ἀποκλαίονται ἑαυτούς.

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωβιὸς ἀνέδυ (ἐστὶ δὲ οὖτος μικρὸς ἰχθὺς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἶς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτόν· Ἀλλ᾽ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ὑπ᾽ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν.

Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.

Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς στάσεως αὐτῶν σφοδρυνομένης, καρὶς ἀναδῦσα ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εῖς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη πρὸς αὐτήν· Ἀλλ᾽ ἡμῖν αἱρετώτερόν ἐστιν ὑπ᾽ ἀλλήλων διαφθαρῆναι σοῦ διαλλακτοῦ τυχεῖν.

Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ἂν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.