Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Γυνὴ μάγος ἐπῳβὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης;

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.

Γυνὴ μάγος καὶ θείων μηνιμάτων ἀποτροπιασμοὺς ἐπαγγελλομένη πολλὰ διετέλει ποιοῦσα καὶ κέρδος ἐντεῦθεν ἔχουσα. Γραψάμενοι δέ τινες αὐτὴν ἀσεβείας εἷλον καὶ καταδικασθεῖσαν ἀπῆγον εἰς θάνατον Ἰδὼν δέ τις ἀπαγομένην αὐτὴν, ἔφη· Ἡ τὰς τῶν θεῶν ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπων βουλὴν μεταπεῖσαι ἠδυνήθης;

Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ μεγάλα ἐπαγγέλλονται, μηδὲ μικρὰ ποιῆσαι δυνάμενοι.

Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδων δὲ ὁ βοῦς ἐμειδιασε

καὶ πρὸς αὐτὴν εἶπεν· Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι.

Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.

Δάμαλις ἀγύμναστος βοῦν ἀροτριῶντα ἐταλάνιζε τοῦ κόπου, λέγουσα· Ὁ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. Ὁ βοῦς δὲ ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνεν. Ἐπεὶ δὲ οἱ ἀγρόται τοῖς θεοῖς ἤθελον θύειν, ὁ μὲν γέρων βοῦς ἀποζευχθεὶς εἰς νομὴν ἀπελύθη· ὁ δὲ μόσχος σχοινίῳ εἵλκετο ἐπὶ τὸ τυθῆναι. Ὁ δὲ βοῦς εἶπεν αὐτῷ· Εἰς τοῦτο μὴ κάμνων ἐτηρήθης καί σου τὸν τράχηλον μάχαιρα, οὐ ζυγὸς τρίψει.

῞Οτι τῷ ἐργαζομένῳ καὶ πονοῦντι ἔπαινος πρόσεστι, τῷ δὲ ἀργῷ κίνδυνος καὶ μάστιγες.

Δάμαλις ἔτι ἀγύμναστος βοῦν ἀροτριῶντα διὰ τὸν κόπον ὠνείδιζε λέγουσα. Ὤ πόσα κάμνεις καὶ ταλαιπωρεῖς. Ὁ δὲ τοῦ οἰκείου ἐχόμενος ἐσιώπα. Ἑορτὴν δὲ τῶν γηπόνων τοῖς θεοῖς ἐκτελούντων ποτέ, ὁ ἀρότης μὲν βοῦς τοῦ καμάτου ἀπολυθεὶς τοῖς χλοηφόροις ἐνετρύφα πεδίοις· ὁ δὲ μόσχος φραγελλωθεὶς τῷ βωμῷ τυθῆναι ἐσύρετο. Τότε οὖν ὁ βοῦς εἰρήκει αὐτῷ· Οἶμαι ὅτι εἰς τοῦτο διετηοήθης ἀεργός, ἵνα ἐς ὕστερον ἀντὶ δουλείας ζυγοῦ τὴν μάχα αν ὑπηρετήσῃς, τῇ χρονίᾳ ἀνέσει καλῶς ἐκτραφείς.

῞Οτι τῷ ἐνεργοῦντι καὶ ἐργαζομένῳ ἔπαινοι, τῷ ἀεργῷ δὲ κίνδυνοι καὶ μάστιγες.

Ἀγύμναστος δάμαλις ἀροτριῶντα βοῦν ἐταλάνιζε, λέγουσα· Ὦ ταλαίπωρε, πότε τῶν ἀπεράντων κόπων καὶ τῆς ταλαιπωρίας ταύτης ἐλευθερωθήσῃ; Ὁ δὲ βοῦς ἐσίγα καὶ τὴν αὔλακα ἔτεμνε. Ἐπεὶ δὲ ὁ δεσπότης αὐτῶν θύειν τοῖς θεοῖς ἐβεβούλευτο, τὸν μὲν ἐργάτην βοῦν ἀπέλυσεν εἰς νομάς, τὴν δὲ δάμαλιν σχοινίοις δήσας πρὸς τὸν βωμὸν εἷλκεν ἄκουσαν. Ἐπιστραφεὶς δὲ ὁ βοῦς καὶ γελάσας εἷπεν· Ὦ τάλαινα, ταῦτά σοι ἡ ἄνεσις προεξένησεν, κἀμοῦ μὲν ὁ ζυγός, σοῦ δὲ ἡ μάχαιρα τρίψει τὸν τράχηλον.