Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Πατὴρ ἀποθνῄσκων τοὺς οἰκείους παῖδας πρὸς ὁμοφροσύνην παρεκάλει· τρεῖς δὲ ῥάβδους δεδεμένας κατεάξαι ταῖς χερσὶ τούτοις ἐδίδου. Οἱ δὲ λαβόντες οὐκ ἠδυνήθησαν. Εἶτα μίαν μόνην ἑκάστῳ δοὺς κατεάξαι, τὴν ἑαυτοῦ ῥᾳδίως ἕκαστος κατέκλασεν. Πρὸς οὕς ὁ πατὴρ ἔφη· Οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἧτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταβλάψαι δυνήσεται.

Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· Θέλω κατεάξαι ταύτην τὴν ῥάβδον, καὶ κατέαξαν αὐτήν. Ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἡδυνήθησαν κατεάξαι αὐτάς. Ὁ δὲ ἔφη πρὸς αὐτούς· Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει.

Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.