Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γεωργοῦ παῖδες ἐστασίαζον. Ὁ δὲ πατὴρ αὐτῶν παραινῶν αὐτοῖς οὐκ ἠδύνατο αὐτοὺς διαλλάττεσθαι ἐν λόγοις. Ἔγνω οὖν διὰ πραγμάτων αὐτοὺς πεῖσαι. Καὶ δὴ καθημένων αὐτῶν, προσέταξε ῥάβδους αὐτῷ κομίσαι. Ἐνεχθεισῶν δὲ τῶν ῥάβδων, λαβὼν ταύτας, ἐποίησεν αὐτὰς δέσμην μίαν, καὶ ἐκέλευσεν τοὺς παῖδας ἕνα ἕκαστον λαβεῖν τὴν δέσμην καὶ συνθλάσαι. Οἱ δὲ δοκιμάσαντες οὐκ ἠδυνήθησαν. ῞Υστερον δὲ λύσας αὐτὰς ἔδωκεν ἀνὰ μίαν κλάσαι. Oἱ δὲ διὰ τάχους τοῦτο ἐποίησαν. Τότε λέγει αὐτοῖς ὁ πατὴρ
αὐτῶν· Οὕτω καὶ ὑμεῖς, ὧ τεκνία μου, ἐάν μοι ἔσεσθε ὁμοφρονοῦντες, ἀκαταγώνιστοι καὶ ἀχείρωτοι ἔσεσθε τοῖς ἐχθροῖς· ἐὰν δὲ μένητε στασιάζοντες καὶ φιλονεικοῦντες, εὐχερῶς ἔσεσθε εὐάλωτοι.Ὅτι τοσοῦτον ἰσχυροτέρα ἐστὶν ἡ ὁμόνοια ὅσον εὐκαταφρόνητος ἡ διάστασις.
Ἐν τοῖς παλαιοῖς πατὴρ παίδων ὑπεργηράσας παραινῶν αὐτοῖς τὰ εἰκότα ἐκέλευσε καὶ δέσμην ῥάβδων ἐνεγκεῖν. Ἔφη δὲ τοῖς υἱοῖς· Πειραθῆτε, τέκνα, συνδεδεμένας τὰς ῥάβδους κατεάξαι. Οἱ δὲ οὐκ ἠδυνήθησαν. Μίαν δὲ ἑκάστην ἀποσπασθεῖσαν εὐχερῶς κατέκλασαν· Ἔφη δέ· Ὧ παῖδες ἐμοί, καὶ αὐτοί, εἰ μὲν ἀλλήλοις ὁμοφρονῆτε, οὐδεὶς ὑμᾶς βλάψει, εἰ δὲ τῇ γνώμῃ ἀλλήλων χωρισθῆτε. ἀπολεῖσθε πάντες ὡς ἡ μία ῥάβδος.
Ὅτι ἡ ὁμόνοια ὅπλον μέγα καὶ ἀκίνδυνόν ἐστι καὶ κτῆμα πρὸς ἀνάπαυσιν βίου.
Πατὴρ ἀποθνῄσκων τοὺς οἰκείους παῖδας πρὸς ὁμοφροσύνην παρεκάλει· τρεῖς δὲ ῥάβδους δεδεμένας κατεάξαι ταῖς χερσὶ τούτοις ἐδίδου. Οἱ δὲ λαβόντες οὐκ ἠδυνήθησαν. Εἶτα μίαν μόνην ἑκάστῳ δοὺς κατεάξαι, τὴν ἑαυτοῦ ῥᾳδίως ἕκαστος κατέκλασεν. Πρὸς οὕς ὁ πατὴρ ἔφη· Οὕτω καὶ ὑμεῖς, ὦ παῖδες, ἐὰν ὁμοῦ ἧτε ἐν ἅπασι, οὐδεὶς ὑμᾶς βλάψαι δυνήσεται, εἰ δὲ διχονοεῖτε, ἕκαστον ἰδίως πᾶς τις εὐχερῶς καταβλάψαι δυνήσεται.
Υἱούς τις ἔχων πολλοὺς καὶ μὴ ὁμονοοῦντας, τούτους ἐν μιᾷ καλέσας ὁ πατὴρ καὶ ῥάβδον αὐτοῖς ἐπιδώσας ἔφη· Θέλω κατεάξαι ταύτην τὴν ῥάβδον, καὶ κατέαξαν αὐτήν. Ὁ δὲ πάλιν ἐπέδωκε αὐτοῖς ῥάβδους πολλὰς κατεάξαι καὶ οὐκ ἡδυνήθησαν κατεάξαι αὐτάς. Ὁ δὲ ἔφη πρὸς αὐτούς· Βλέπετε ὡς οὐκ ηὐπορήσατε κατεάξαι τὰς ῥάβδους· οὕτως καὶ ὑμεῖς, ἐὰν ὁμονοοῦντές ἐστε, οὐδεὶς ὑμᾶς βλάψει.
Ὅτι καλὸν ἔργον ὁμόνοια καὶ τοῖς πᾶσιν εὐάρμοστον.
Γυνὴ πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῷ παρεκάλεσεν. Ὁ δὲ εἰσιών, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης σνμμυούσης καθʼ ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπειδὴ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπῄτει τὸν ὡμολογημένον μισθόν· καὶ μὴ βουλομένης αὐτῆς ἀποδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δὲ ἔλεγε τὸν μὲν μισθὸν ὑπεσχῆσθαι, ἐὰν θεραπεύσῃ αὐτῆς τὰς δράσεις, νῦν δὲ χεῖρον διατεθῆναι ἐκ τῆς ἰάσεως αὐτοῦ ἡ πρότερον· τότε μὲν γὰρ ἔβλεπον
πάντα, ἔφη, τὰ ἐπὶ τῆς οἰκίας σκεύη, νῦν δʼ οὐδὲν ἰδεῖν δύναται.Οὕτως οἱ πονηροὶ τοὺς όφθαλμοὺς νοσοῦσα, ἰατρόν τινα ἐπὶ μισθῷ ἰατρῦσαι αὐτὴν παρεκάλει, στοιχήσασα αὐτῷ ἐνώπιον μαρτύρων ὅτι, ἐὰν θεραπεύσῃ αὐτῆς τοὺς ὀφθαλμοῦς, πολὺν λήψεται παρʼ αὐτῆς τὸν μισθόν· ἐὰν δὲ μὴ θεραπεύσῃ, ἐπιμείνῃ δὲ ἡ ἀρρωστία, μηδὲν αὐτῷ παρασχήσει, Καὶ ὅυτω γενομένον, ὅσον ὁ ἰατρὸς ἐπετίθει τοῖς ὀφθαλμοῖς αὐτῆς τὴν ἰατρείαν, κατʼ ὀλίγον τὰ προσόντα ατῇ ἔκλεπτε. Μετʼ οὐ πολὺ δὲ θεραπεύσας αὐτήν, ἐξῇτει τὸν στοιχηθέντα μισθὸν. Ἄναβλέψασα τοίνυν ἡ γραῦς οὐδὲν
τῶν προσόντων αὐτῇ ἐθεάσατο ἐν τῇ οἰκίᾳ αὐτῆς. Ὡς οὖν ἐπέμενεν ὁ ἰατρὸς ἐκβιάζων αὐτήν, ἐκείνη δὲ ἀνεβάλλετο, ἀπήγαγεν αὐτὴν πρὸς τοὺς ἄρχοντας. Στᾶσα οὖν ἐνώπιον αὐτῶν ἔφη· Ὁ ἄνθρωπος οὗτος, καθῶς λέγει, ἀλήθειαν λέγει· ἐπηγγειλάμην γὰρ δοῦναι αὐτῷ τὸν μισθόν, ἐὰν καλῶς ἀναβλέψω· εἰ δὲ ἐπιμείνω τῇ ἀρρωστίᾳ, ἵνα μηδὲν παρέξω αὐτῷ. Νῦν οὖν φάσκει ὅτι ἐθεραπεύθην· ἐγὼ δὲ τοὐναντίον λέγω παθεῖν με· ὅταν γὰρ τοὺς ὀφθαλμοὺς ἐνόσουν, τότε καὶ σκεύη διάφορα καὶ χρήματα ἔβλεπον ἐν τῇ οἰκίᾳ μου· νυνὶ δὲ ὅτε αὐτὸς φάσκει βλέπειν με, οὐδὲν δύναμαι ἄρτι θεάσασθαι.Ὁ μῦθος δηλοῖ ὅτι οὕτω καὶ οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθʼ ἑαυτῶν τὸν ἕλεγχον ἐπισπώμενοι.