Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Ἀνὴρ γεωργὸς μέλλων τελευτᾶν καὶ βουλόμενος τοὺς αὑτοῦ παῖδας ἐμπείρους εἶναι τῆς γεωργίας, μετακαλεσάμενος αὐτοὺς, ἔφή· Τεκνία, ἐν μιᾷ μου τῶν ἀμπέλων
θησαυρὸς ἀπόκειται. Οἱ δὲ μετὰ τὴν αὐτοῦ τελευτὴν ὕνας τε καὶ δικέλλας λαβόντες πᾶσαν αὑτῶν τὴν γεωργίαν ὤρυξαν. Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον, ἡ δὲ ἄμπελος πολλαπλασίαν τὴν φορὰν αὐτοῖς ἀπεδίδου.Τοῦτο μὲν ἔγνωσαν ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.
Ἀνὴρ τῇ τέχνῃ γεωργὸς ὑπάρχων, μέλλων καταλῦσαι τὸν βίον καὶ βουλόμενος τοὺς παῖδας αὐτοῦ ἐμπείροιυς ποιῆσαι τῆς γεωργικῆς, προσκαλεσάμενος ἔφη πρὸς αὐτούς Τεκνία, ἐγὼ τοῦ βίου ὑπεξέρχομαι· πλὴν ἅπερ μοι ὑπάρχει ἐν τῷ ἀμπελῶνι εὑρήσετε πάντα. Οἱ δὲ νομίσαντες θησαυρόν τινα ἐνταῦθα ἔχειν. μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς αὐτῶν λαβόντες δικέλλας ὕννας τε κατέσκαψαν
πᾶσαν τὴν γῆν ἐκ πόθου. Καὶ τὸν μὲν θησαυρὸν οὐχ εὗρον· ἡ δὲ ἄμπελος καλῶς κατασκαφθεῖσα καὶ ώφεληθεῖσα πολυπλασίονα τὸν καρπὸν ἀπέδωκε καὶ πλοῦτον ἀνήνεγκεν. 1o Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.Γεωργός τις μέλλων καταλύειν τὸν βίον καὶ βουλόμενος τοὺς ἑαυτοῦ παῖδας πεῖραν λαβεῖν τῆς γεωργίας, προσκαλεσάμενος αὐτοὺς ἔφη· Παῖδες ἐμοί, ἐγὼ μὲν ἤδη τοῦ βίου ὑπέξειμι, ὑμεῖς δʼ ἅπερ ἐν τῇ ἀμπέλῳ μοι κέκρυπται ζητήσαντες, εὑρήσετε πάντα. Οἱ μὲν οὖν οἰηθέντες θησαυρὸν ἐκεῖ που κατορωρύχθαι, πᾶσαν τὴν τῆς ἀμπέλου γῆν μετὰ τὴν ἀποβίωσιν τοῦ πατρὸς κατέσκαψαν. Καὶ θησαυρῷ μὲν οὐ περιέτυχον, ἡ δὲ ἄμπελος καλῶς σκαφεῖσα πολλαπλασίονα τὸν καρπὸν ἀνέδωκεν.
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κάματος θησαυρός ἐστι τοῖς ἀνθρώποις.
Γεωργός τις χρυσίον εὑρὼν ἐν γῇ σκάπτων ἔστεφεν αὐτὴν καθʼ ἡμέραν ὡς εὐεργετηθεὶς παρʼ αὐτῆς. Τούτῳ δὲ
ἐπιστᾶσά φησιν ἡ Τύχη· Ὦ οὗτος, τί τῇ Γῇ τὰ ἐμὰ δῶρα περιτιθεῖς, ἅ ἐγώ σοι δέδωκα πλουτῆσαι βουλομένη σε; Ἄν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἄλλας χεῖρας τὸ χρυσίον ἐξαλλάσσῃ, πάλιν τὴν Τύχην μέμψῃ.Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι χρὴ ἐπιγινώσκειν τὸν εὐεργέτην καί τούτῳ χάριτας ἀποδιδόναι.
Γεωργός τις σκάπτων ἐν γῇ εὗρε χρυσὸν καὶ ἐστεφάνου τὴν Γῆν καθʼ ἡμέραν καὶ κατεκόσμει ὡς ὑπʼ αὐτῆς εὐεργετηθείς. Ἐπιστᾶσα δὲ αὐτῷ ἡ Τύχη ἔφη· Ὦ οὗτος, τί παρέχεις τῇ Γῇ τὰ ἐμὰ δῶρα, ἅπερ ἐγῳ δέδωκα βουλομένη σε πλουτίσαι; Ἄν γὰρ ὁ καιρὸς μεταλλάξῃ [τὴν φύσιν] καὶ εἰς ἑτέρας προφάσεις ἐξαναλώσῃς τὸν βίον, πάλιν τὴν Τύχην μέμψῃ.
Ὁ μῦθος ἔμφασιν ἔχει ὅτι χρὴ προγινώσκειν τὸν εὐεργέτην καὶ τούτῳ ἀπονέμειν τὴν χάριν.