Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

Ὄφις ἐν γεωργοῦ προθύροις φωλεύων ἀνεῖλεν αὐτοῦ παῖδα νήπιον τύψας. Πένθος δὲ μέγα τοῖς γονεῦσιν ἐγένετο. Ὁ πατὴρ δὲ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν ἔμελλε τὸν ὄφιν τῆς τρώγλης ἐξιόντα πατάξειν. Ὡς δὲ ἐξέκυψε μικρόν, σπεύσας ὁ γεωργὸς τοῦ πλῆξαι ἠστόχησε, τὴν πέτραν δὲ μόνον τῆς ὀπῆς κρούσας καὶ διαχαράξας ἀπῆλθε. Λογιζόμενος 〈οὖν〉 ὡς ἑρπετὸν μῆνιν οὐ φυλάσσει, λαβὼν δὲ ἄρτον καὶ ἄλας πρὸς εἰρήνην ἐκάλει τὸν ὄφιν. Ὁ ὄφις δὲ λεπτὸν συρίσας εἶπεν· Οὐκ ἔστιν ἡμῖν ἀπάρτι πίστις ἤ φιλία, ἕως ἂν ἐγὼ ταύτην τὴν πέτραν ὁρῶ, σὺ δὲ τὸν τοῦ παιδὸς τάφον.

Ὅτι οὐδεὶς μίσους ἤ ἀμύνῃς ποτὲ ἐπιλανθάνεται, ἐφʼ ὅσον βλέπει μνημόσυνον διʼ ὧν ἐλυπήθη.

Γεωργός τις χειμῶνος ὥρᾳ ὄφιν εὑρὼν ὑπὸ κρύους πεπηγότα, τοῦτον ἐλεήσας καὶ λαβὼν ὑπὸ κόλπον ἔθετο. Θερμανθεὶς δὲ ἐκεῖνος καὶ ἀναλαβὼν τὴν ἰδίαν φύσιν ἔπληξε τὸν εὐεργέτην καὶ ἀνεῖλε· θνῄσκων δὲ ἔλεγε· Δίκαια πάσχω, τὸν πονηρὸν οἰκτείρας.

Ὁ λόγος δηλοῖ ὅτι ἀμετάθετοί εἰσιν αἱ πονηρίαι, κἂν τὰ μέγιστα φιλανθρωπεύωνται.