Fabulae
Aesop
Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.
Γεωργὸς ὑπὸ χειμῶνος ἐναποληφθεὶς ἐν τῷ προαστείῳ αὐτοῦ, ἀπορῶν τροφῆς, πρῶτον μὲν τὰ πρόβατα αὐτοῦ κατέφαγεν, ἔπειτα τὰς αἶγας. Ὡς δὲ ὁ χειμὼν ἐπεκράτει, ἐπὶ τοὺς ἀροτῆρας βόας ἐχώρησεν. Ἰδόντες δὲ ταῦτα οἱ κύνες ἔφησαν πρὸς ἀλλήλους· Πορευθῶμεν οὖν ἡμεῖς ἔνθεν· ὡς ὁρῶμεν γάρ ὅτι ὁ κύριος ἡμῶν τῶν ἐργαζομένων βοῶν οὐκ ἐφείσατο, ἡμῶν δὲ πῶς φείσεται;
Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ
φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.Ἀνήρ τις ὑπὸ χειμῶνος ἐν τῷ αὐτοῦ προαστείῳ ἀποληφθεὶς καὶ τροφῆς ἀπορῶν πρῶτα μὲν τὰ πρόβατα κατέφαγεν, εἶτα τὰς αἶγας. Τοῦ δὲ χειμῶνος ἐπικρατοῦντος, καὶ τοὺς ἐργάτας βοῦς σφάξας ἐθοινήσατο. Οἱ δὲ κύνες ταῦτα ἰδόντες διελέχθησαν πρὸς ἀλλήλους· Φεύγωμεν ἀλλʼ ἡμεῖς γε ἐντεῦθεν· εἰ γὰρ τῶν ἐργατῶν βοῶν ὁ δεσπότης ἡμῶν οὐκ ἐφείσατο, πῶς ἡμῶν φείσεται;
Ὁ μῦθος δηλοῖ ὅτι τούτους μάλιστα ἐκφεύγειν καὶ φυλάττεσθαι χρὴ οἵτινες οὐδὲ τῶν οἰκείων ἀπέχονται.
Γεωργοῦ παῖδα ὄφις ἑρπύσας ἀπέκτεινεν. Ὁ δὲ ἐπὶ τούτῳ δεινοπαθήσας πέλεκυν ἀνέλαβε καὶ παραγενόμενος εἰς τὸν φωλεὸν αὐτοῦ εἱστήκει παρατηρούμενος, ὅπως, ἂν ἐξίῃ, εὐθέως αὐτὸν πατάξῃ. Παρακύψαντος δὲ τοῦ ὄφεως, κατενεγκὼν τὸν πέλεκυν, τοῦ μὲν διήμαρτε, τὴν δὲ παρακειμένην
πέτραν διέκοψεν. Εὐλαβηθεὶς δὲ ὕστερον παρεκάλει αὐτὸν ὅπως αὐτῷ διαλλαγῇ. Ὁ δὲ εἶπεν· Ἀλλʼ οὔτε ἐγώ δύναμαί σοι εὐνοῆσαι, ὁρῶν τὴν κεχαραγμένην πέτραν, οὔτε σὺ ἐμοὶ, ἀποβλέπων εἰς τὸν τοῦ παιδὸς τάφον.Ὁ λόγος δηλοῖ ὅτι αἱ μεγάλαι ἔχθραι οὐ ῥᾳδίως τὰς καταλλαγὰς ἔχουσι..
Ὄφις γεωργοῦ παῖδα δακὼν ἐν τῷ ποδὶ παραχρῆμα νεκρὸν ἔδειξεν. Ὁ δὲ πατὴρ τῇ λύπῃ συσχεθεὶς καὶ πέλεκυν ἁρπάσας ἐπειρᾶτο φονεῦσαι τὸν ὄφιν. Καὶ δὴ καταλαβὼν αὐτὸν θηρεύοντα στερρῶς καταφέρει τὸν πέλεκυν κατὰ τοῦ βφεως. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι αὐτὸν, τὴν οὐρὰν ἀπέτεμεν μόνην· ὁ δὲ ὄφις ἐν τῷ φωλεῷ εἰσέδυ. Φοβηθεὶς οὖν ὁ γεωργρς μήπως ἀμύνηται αὐτὸν καὶ φονεύσῃ, λοβὼν ἄλευρον καὶ μέλι, ἐξεκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ ἐνδὸν ὢν τοῦ φωλεοῦ ἔφησε τῷ ἀνθρώπῳ· Ἀπὸ τοῦ νῦν μηκέτι κάμνῃς· φιλία γὰρ ἐν ἡμῖν οὐκέτι προσγενήσεται, διότι ἐγὼ μὲν τὴν οὐρὰν βλέπων λυποῦμαι, σὺ δὲ τὸν τοῦ υἱοῦ τύμβον ὁρῶν οὐκέτι εἰρηνεύσεις.
Ὁ μῦθος δηλοῖ ὅτι οὐκ ἐπιλανθάνεταί τις τῶν κακῶν ἀμοιβήν, ἄν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.
Ὄφις γεωργοῦ προθύροις ἐμφωλεύων ἔδακε τὸν ποῦν τοῦ παιδίου προσκρούσας
καὶ παραχρῆμα τέθνηκε τὸ παιδίον. Πένθος δὲ μέγα ἐγένετο γονεῦσιν. Τότε ὁ πατὴρ πληγεὶς ὑπὸ τῆς λύπης πέλεκυν λαβὼν καὶ αὐτὸς ἐπειρᾶτο τοῦ θανατῶσαι τὸν παγκάκιστον ὄφιν. Καὶ δὴ ὁ ὄφις ἐξελθὼν τοῦ θηρεῦσαι, εὐθὺς ὁ ἀνὴρ καταδραμών ὀπίσω στερρῶς κατʼ αὐτοῦ τὸ ξίφος καταφέρει. Ἀστοχήσας δὲ τοῦ θανατῶσαι τοῦτον μόνον τῆς οὐρᾶς ἀπέκοψε τὸ ἄκρον. Ὅς φόβῳ ληφθείς, μὴ καὐτὸν θανατώσῃ, λαβὼν ἄλευρον, ὕδωρ, ἅλας καὶ μέλι, αὐτὸς ἐκάλει τὸν ὄφιν πρὸς εἰρήνην. Ὁ δὲ κάτωθεν λεπτὸν αὐτὸς συρίσας (καὶ γὰρ ἐκρύβη ἐπὶ πέτρας ὁ ὄφις) τῷ ἀνθρώπῳ ἔφησε τοιάδε λέγων· Ἀπὸ τοῦ νῦν, ἄνθρωπε, μηκέτι κάμῃς, ὅλως ἐν ἡμῖν φιλία οὐ προσμένει· ὀρῶν γὰρ ἐγὼ τὴν οὐράν μου λυποῦμαι, καὶ σὺ δὲ πάλιν τὸν τύμβον τοῦ υἱοῦ σου βλέπων καθʼ ὥραν, οὐκέτι εἰρηνεύσεις.Ὁ μῦθος δηλοῖ ὅτι οὐδεὶς μίσους ἡ ἀμοιβῆς κακῶν ἐπιλανθάνεται, μέχρις ἂν τὸ μνημόσυνον βλέπῃ περὶ οὗ ἐλυπήθη.