Fabulae

Aesop

Aesopi Fabulae. Chambry, Émile, editor. Paris: Société d'Édition "Les Belles Lettres", 1925.

βορρᾶς χειμέριος ἔριν ἐποιήσατο πρὸς τὸν Ἥλιον, ποῖος ἐξ αὐτῶν ὁδοιποροῦντός τινος τὸ ἱμάτιον ἀποδύσει. Βορρᾶς δὲ πρῶτος βίᾳ τὸ ἱμάτιον φυσῶν ἤλπιζε συλήσειν. Ό δὲ ῥιγῶν καὶ κρατήσας ἀμφοτέραις χερσὶ τὸ ἱμάτιον, ἔβαλε τὴν κεφαλὴν ἔν τινι πέτρας ὀπῇ, τὴν ψόαν ἔξω ἐάσας. Ὁ δὲ Ἣλιος τὸ μὲν πρῶτον χλιάνας αὐτὸν τοῦ ψύχους, ἔπειτα τὴν φλόγα προσαγαγὠν ἔπεισεν ἱδρώσαντα τὸ ἱμάτιον ἀποδύσασθαι· οὖτως οὖν ἡττήθη ὁ Βορρᾶς.

῎Οτι πραοτέρως ἐπιχειρῶν τινι πράγματι μᾶλλον ἀνύσεις πείθων ἢ βιαζόμενος.